καὶ ταῦτα πάντα εἶπον οὐχ ὡς ἐκ προνοίας ἀφελὼν μὲν τὸ χαίρειν, ἐπιτηδεύσας δὲ ἀντʼ αὐτοῦ εἰπεῖν τὸ ὑγιαίνειν, ἀλλʼ ὡς τοῦτο μὲν ἄκων παθών· ἢ γελοῖός γʼ ἂν ἦν ξενίζων καὶ τοὺς καιροὺς τῶν προσαγορεύσεων ἐναλλάττων.