<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc2" n="10"><p>καὶ Πτολεμαῖος δὲ ὁ Λάγου Σελεύκῳ ἐπιστέλλων σαφῶς ἀνέστρεψε τὴν τάξιν ἐν ἀρχῇ μὲν τῆς ἐπιστολῆς ὑγιαίνειν αὐτὸν προσειπών, ἐπὶ τέλει δὲ ἀντὶ τοῦ ἐρρῶσθαι ὑπογράψας τὸ χαίρειν, ὡς Διονυσόδωρος ὁ τὰς ἐπιστολὰς αὐτοῦ συναγαγών φησιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc2" n="11"><p>ἄξιον δὲ καὶ <milestone unit="Reitz_page" n="735"/> Πύρρου τοῦ Ἠπειρώτου μνησθῆναι, ἀνδρὸς μετὰ Ἀλέξανδρον τὰ δεύτερα ἐν στρατηγίαις ἐνεγκαμένου καὶ μυρίας τροπὰς τῆς τύχης· ἐνεγκόντος. οὗτος τοίνυν ἀεὶ θεοῖς εὐχόμενος καὶ θύων καὶ ἀνατιθεὶς οὐδεπώποτε ἢ νίκην ἢ βασιλείας ἀξίωμα μεῖζον ἢ εὔκλειαν ἢ πλούτου ὑπερβολὴν ᾔτησε παρʼ αὐτῶν, ἀλλʼ ἓν τοῦτο ηὔχετο, ὑγιαίνειν, ὡς ἔστʼ ἂν τοῦτʼ ἔχῃ, ῥᾳδίως αὐτῷ τῶν ἄλλων προσγενησομένων. καὶ ἄριστα, οἶμαι, ἐφρόνει, λογιζόμενος ὅτι οὐδὲν ὄφελος τῶν ἁπάντων ἀγαθῶν, ἔστʼ ἂν τοῦ ὑγιαίνειν μόνον ἀπῇ. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg058.perseus-grc2" n="12"><p>ναί, φησί τις. ἀλλὰ νῦν ἑκάστου καιρὸς ἴδιος ὑφʼ ἡμῶν ἀποδέδεικται, σὺ δὲ τοῦτον ἐναλλάξας, εἰ καὶ μηδὲν ἄλλο ἔφησθα; ὅμως τῷ δικαίῳ λόγῳ οὐκ ἂν ἔξω εἴης τοῦ ἡμαρτηκέναι, ὥσπερ ἂν εἴ τις περὶ τῇ κνήμῃ τὸ κράνος ἢ περὶ τῇ κεφαλῇ τὰς κνημῖδας ἐπιδήσαιτο. ἀλλʼ, ὦ βέλτιστε, φαίην ἂν κἀγὼ πρὸς αὐτόν, εἰκότως ἂν ταῦτα ἔλεγες, εἴ τις ὅλως καιρὸς ἦν ὑγιείας μὴ δεόμενος, νῦν δὲ καὶ ἕωθεν καὶ μεσούσης ἡμέρας καὶ νύκτωρ ἀεὶ τὸ ὑγιαῖνον ἀναγκαῖον, καὶ μάλιστα τοῖς ἄρχουσι καὶ πολλὰ πράττουσιν ὑμῖν, ὅσῳ καὶ <milestone unit="Reitz_page" n="736"/> πρὸς τὰ πολλὰ δεῖσθε τοῦ σώματος· ἔτι δὲ ὁ μὲν χαῖρε εἰπὼν μόνον εὐφήμῳ τῇ ἀρχῇ ἐχρήσατο, καὶ ἔστιν εὐχὴ το πρᾶγμα, ὁ δὲ ὑγιαίνειν παρακελευόμενος καὶ χρήσιμόν τι δρᾷ καὶ ὑπομιμνήσκει τῶν πρὸς τὸ ὑγιαίνειν συντελούντων, καὶ οὐ συνεύχεται μόνον, ἀλλὰ καὶ παραγγέλλει. </p></div></div></body></text></TEI>