Ἀλλὰ Θεοδότας ὁ Ῥόδιος, ἀνὴρ γενναῖος καὶ τακτικῶν ἔμπειρος, οὐκ εἴα παρὼν ἀθυμεῖν. καὶ ἦσαν γὰρ ἑκκαίδεκα ἐλέφαντες τῷ Ἀντιόχῳ. τούτους ἐκέλευσεν ὁ Θεοδότας τέως μὲν ἔχειν ὡς οἷόν τε κατακρύψαντα, ὡς μὴ κατάδηλοι εἶεν ὑπερφαινόμενοι τοῦ στρατοῦ, ἐπειδὰν δὲ σημήνῃ ὁ σαλπιγκτὴς καὶ δέῃ συμπλέκεσθαι καὶ εἰς χεῖρας ἰέναι καὶ ἡ ἵππος ἡ τῶν πολεμίων ἐπελαύνηται καὶ τὰ ἅρματα οἱ Γαλάται ἀνοίξαντες τὴν φάλαγγα καὶ διαστήσαντες ἐπαφῶσι, τότε ἀνὰ τέτταρας μὲν τῶν ἐλεφάντων ἀπαντᾶν ἐφ' ἑκάτερα τοῖς ἱππεῦσιν, τοὺς ὀκτὼ δὲ ἀντεπαφεῖναι τοῖς ἁρματηλάταις καὶ συνωριασταῖς. εἰ γὰρ τοῦτο γένοιτο,. φοβηθήσονται αὐτῶν, ἔφη, οἱ ἵπποι καὶ ἐς τοὺς Γαλάτας αὖθις ἐμπεσοῦνται φεύγοντες. καὶ οὕτως ἐγένετο. οὐ γὰρ πρότερον ἰδόντες ἐλέφαντα οὔτε αὐτοὶ Γαλάται οὔτε οἱ ἵπποι αὐτῶν οὕτω πρὸς τὸ παράδοξον τῆς ὄψεως ἐταράχθησαν, ὥστε πόρρω ἔτι τῶν θηρίων ὄντων ἐπεὶ μόνον τετριγότων ἤκουσαν καὶ τοὺς ὀδόντας εἶδον ἀποστίλβοντας ἐπισημότερον ὡς ἂν ἐκ μέλανος τοῦ παντὸς σώματος καὶ τὰς προνομαίας ὡς ἐς ἁρπαγὴν ὑπεραιωρουμένας, πρὶν ἢ τὸ τόξευμα ἐξικνεῖσθαι, ἐκκλίναντες σὺν οὐδενὶ κόσμῳ ἔφευγον, οἱ μὲν πεζοὶ περιπειρόμενοι ὑπ' ἀλλήλων τοῖς δορατίοις καὶ συμπατούμενοι ὑπὸ τῶν ἱππέων ὡς εἶχον ἐμπεσόντων ἐπ' αὐτούς, τὰ ἅρματα δέ, ἀναστρέψαντα καὶ ταῦτα ἔμπαλιν εἰς τοὺς οἰκείους, οὐκ ἀναιμωτὶ διεφέρετο ἐν αὐτοῖς, ἀλλὰ τὸ τοῦ Ὁμήρου, “δίφροι δ’ ἀνεκυμβαλίαζον.” οἱ ἵπποι δ’ ἐπείπερ ἅπαξ τῆς ἐς τὸ εὐθὺ ὁδοῦ ἀπετρέποντο οὐκ ἀνασχόμενοι τῶν ἐλεφάντων, τοὺς ἐπιβάτας ἀποβαλόντες “κείν' ὄχεα κροτάλιζον” τέμνοντες νὴ Δία καὶ διαιροῦντες τοῖς δρεπάνοις εἴ τινας τῶν φίλων καταλάβοιεν. πολλοὶ δὲ ὡς ἐν ταράχῳ τοσούτῳ κατελαμβάνοντο. εἵποντο δὲ καὶ οἱ ἐλέφαντες συμπατοῦντες καὶ ἀναρριπτοῦντες ταῖς προνομαίαις ἐς ὕψος καὶ συναρπάζοντες καὶ τοῖς ὀδοῦσι περιπείροντες, καὶ τέλος οὗτοι κατὰ κράτος παραδιδόασι τῷ Ἀντιόχῳ τὴν νίκην.