<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg057.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg057.perseus-grc3" n="3"><p> Ἐθέλω γοῦν ὑμῖν καὶ τὸ τοῦ γραφέως διηγήσασθαι.
ὁ Ζεῦξις ἐκεῖνος ἄριστος γραφέων γενόμενος
τὰ δημώδη καὶ τὰ κοινὰ ταῦτα οὐκ ἔγραφεν,
ἢ ὅσα πάνυ ὀλίγα, ἥρωας ἢ θεοὺς ἢ πολέμους, ἀεὶ
δὲ καινοποιεῖν ἐπειρᾶτο καί τι ἀλλόκοτον ἂν καὶ
ξένον ἐπινοήσας ἐπ' ἐκείνῳ τὴν ἀκρίβειαν τῆς
τέχνης ἐπεδείκνυτο. ἐν δὲ τοῖς ἄλλοις τολμήμασι
καὶ θήλειαν Ἱπποκένταυρον ὁ Ζεῦξις οὗτος
<note xml:lang="mul" n="6.156.3">οὗτος Hartmann: αὐτὸς MSS. (om. Bodl.).</note>

ἐποίησεν, ἀνατρέφουσάν γε προσέτι παιδίω Ἱπποκενταύρω
διδύμω κομιδῇ νηπίω. τῆς εἰκόνος
ταύτης ἀντίγραφός ἐστι νῦν Ἀθήνησι πρὸς αὐτὴν



<pb n="v.6.p.158"/>

ἐκείνην ἀκριβεῖ τῇ στάθμῃ μετενηνεγμένη. τὸ
ἀρχέτυπον δὲ αὐτὸ Σύλλας ὁ Ῥωμαίων στρατηγὸς
ἐλέγετο μετὰ τῶν ἄλλων εἰς Ἰταλίαν πεπομφέναι,
εἶτα περὶ Μαλέαν οἶμαι καταδύσης τῆς ὁλκάδος
ἀπολέσθαι ἅπαντα καὶ τὴν γραφήν. πλὴν ἀλλὰ
τήν γε εἰκόνα τῆς εἰκόνος εἶδον, καὶ αὐτὸς ὑμῖν
ὡς ἂν οἷός τε ὦ δείξω τῷ λόγῳ, οὐ μὰ τὸν Δία
γραφικός τις ὤν, ἀλλὰ πάνυ μέμνημαι οὐ πρὸ
πολλοῦ ἰδὼν ἔν τινος τῶν γραφέων Ἀθήνησι. καὶ
τὸ ὑπερθαυμάσαι τότε τὴν τέχνην τάχ' ἄν μοι καὶ
νῦν πρὸς τὸ σαφέστερον δηλῶσαι συναγωνίσαιτο.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg057.perseus-grc3" n="4"><p> Ἐπὶ χλόης εὐθαλοῦς ἡ Κένταυρος αὕτη πεποίηται
ὅλῃ μὲν τῇ ἵππῳ χαμαὶ κειμένη, καὶ ἀποτέτανται
εἰς τοὐπίσω οἱ πόδες· τὸ δὲ γυναικεῖον ὅσον
αὐτῆς ἠρέμα ἐπεγήγερται
<note xml:lang="mul" n="6.158.1">ἐπεγήγερται Jacobitz: ἐπεγείγερται Bodl.: ἐπήγερται MSS. [ἐπείγερται? Γ]</note>
 καὶ ἐπ' ἀγκῶνός ἐστιν,
οἱ δὲ πόδες οἱ ἔμπροσθεν οὐκέτι καὶ οὗτοι ἀποτάδην,
οἷον ἐπὶ πλευρὰν κειμένης, ἀλλ’ ὁ μὲν ὀκλάζοντι
ἔοικεν ὢν καμπύλος ὑπεσταλμένῃ τῇ ὁπλῇ, ὁ δὲ
ἔμπαλιν ἐπανίσταται καὶ τοῦ ἐδάφους ἀντιλαμβάνεται,
οἷοί εἰσιν ἵπποι πειρώμενοι ἀναπηδᾶν.
τοῖν νεογνοῖν δὲ τὸ μὲν ἄνω ἔχει αὐτὴ ἐν ταῖς
ἀγκάλαις καὶ τρέφει ἀνθρωπικῶς ἐπέχουσα τὸν
γυναικεῖον μαστόν, τὸ δ’ ἕτερον ἐκ τῆς ἵππου
θηλάζει ἐς τὸν πωλικὸν τρόπον. ἄνω δὲ τῆς
εἰκόνος οἷον ἀπό τινος σκοπῆς Ἱπποκένταυρός τις,
ἀνὴρ ἐκείνης δηλαδὴ τῆς τὰ βρέφη ἀμφοτέρωθεν
τιθηνουμένης, ἐπικύπτει γελῶν οὐχ ὅλος φαινόμενος,
ἀλλ’ ἐς μέσον τὸν ἵππον, λέοντος σκύμνον
ἀνέχων τῇ δεξιᾷ καὶ ὑπὲρ ἑαυτὸν αἰωρῶν, ὡς
δεδίξαιτο σὺν παιδιᾷ τὰ βρέφη.

<pb n="v.6.p.160"/>
</p></div></div></body></text></TEI>