<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg057.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg057.perseus-grc3" n="1"><p> Ἔναγχος ἐγὼ μὲν ὑμῖν δείξας τὸν λόγον ἀπῄειν
οἴκαδε, προσιόντες δέ μοι τῶν ἀκηκοότων πολλοὶ
(κωλύει γὰρ οὐδέν οἶμαι καὶ τὰ τοιαῦτα πρὸς
φίλους ἤδη ὄντας ὑμᾶς λέγειν)—προσιόντες οὖν
ἐδεξιοῦντο καὶ θαυμάζουσιν ἐῴκεσαν. ἐπὶ πολὺ
γοῦν παρομαρτοῦντες ἄλλος ἄλλοθεν ἐβόων καὶ
ἐπῄνουν ἄχρι τοῦ
<note xml:lang="mul" n="6.154.1">τοῦ Jacobs and Sehaefer: που MSS.</note>
 καὶ ἐρυθριᾶν με, μὴ ἄρα
πάμπολυ τῆς ἀξίας τῶν ἐπαίνων ἀπολειποίμην.
τὸ δ’ οὖν κεφάλαιον αὐτοῖς τοῦτο ἦν, καὶ πάντες
ἓν καὶ τὸ αὐτὸ ἐπεσημαίνοντο, τὴν γνώμην τῶν
συγγραμμάτων ξένην οὖσαν καὶ πολὺν ἐν αὐτῇ τὸν
νεωτερισμόν. μᾶλλον δὲ αὐτὰ εἰπεῖν ἄμεινον ἅπερ
ἐκεῖνοι ἐπεφθέγγοντο·
<note xml:lang="mul" n="6.154.2">ἐπεφθ. Fritzsche: ἀπεφθ. MSS.</note>
 “Ὢ τῆς καινότητος.
Ἡράκλεις, τῆς παραδοξολογίας. εὐμήχανος ἄνθρωπος.
οὐδὲν ἄν τις εἴποι τῆς ἐπινοίας νεαρώτερον.”
οἱ μὲν τοιαῦτα πολλὰ ἔλεγον, ὡς ἐκεκίνηντο
δηλαδὴ ὑπὸ τῆς ἀκροάσεως. ἢ τίνα γὰρ ἂν αἰτίαν
εἶχον ψεύδεσθαι καὶ κολακεύειν τὰ τοιαῦτα ξένον
ἄνθρωπον, οὐ πάνυ πολλῆς αὐτοῖς φροντίδος ἄξιον
τὰ ἄλλα;
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg057.perseus-grc3" n="2"><p> Πλὴν ἐμέ γε (εἰρήσεται γάρ) οὐ μετρίως ἠνία ὁ
ἔπαινος αὐτῶν, καὶ ἐπειδή ποτε ἀπελθόντων κατ'
ἐμαυτὸν ἐγενόμην ἐκεῖνα ἐνενόουν· οὐκοῦν τοῦτο
μόνον χάριεν τοῖς ἐμοῖς ἔνεστιν, ὅτι μὴ συνήθη
μηδὲ κατὰ τὸ κοινὸν βαδίζει τοῖς ἄλλοις, ὀνομάτων
δὲ ἄρα καλῶν ἐν αὐτοῖς καὶ πρὸς τὸν ἀρχαῖον

<pb n="v.6.p.156"/>

κανόνα συγκειμένων ἢ νοῦ ὀξέος ἢ περινοίας τινὸς
ἢ χάριτος Ἀττικῆς ἢ ἁρμονίας ἢ τέχνης τῆς ἐφ'
ἅπασι, τούτων δὲ πόρρω ἴσως τοὐμόν. οὐ γὰρ ἂν
παρέντες αὐτὰ ἐκεῖνα ἐπῄνουν μόνον τὸ καινὸν
τῆς προαιρέσεως καὶ ξενίζον. ἐγὼ δὲ ὁ μάταιος
ᾤμην, ὁπότε ἀναπηδῶντες ἐπαινοῖεν, τάχα μέν τι
<note xml:lang="mul" n="6.156.1">μέν τι Fritzsche: μέντοι MSS.</note>

καὶ αὐτὸ τοῦτο προσάγεσθαι αὐτούς· ἀληθὲς γὰρ
εἶναι τὸ τοῦ Ὁμήρου, καὶ τὴν νέαν ᾠδὴν κεχαρισμένην
ὑπάρχειν τοῖς ἀκούουσιν· οὐ μὴν τοσοῦτόν
γε οὐδὲ
<note xml:lang="mul" n="6.156.2">οὐδὲ Jacobitz: οὔτε MSS.</note>
 ὅλον τῇ καινότητι νέμειν ἠξίουν, ἀλλὰ
τὴν μὲν ὥσπερ ἐν προσθήκης μοίρᾳ συνεπικοσμεῖν
τι καὶ πρὸς τὸν ἔπαινον συντελεῖν καὶ αὐτήν, τὰ
δὲ τῷ ὄντι ἐπαινούμενα καὶ ὑπὸ τῶν ἀκουόντων
εὐφημούμενα ἐκεῖνα εἶναι. ὥστε οὐ μετρίως ἐπήρμην
καὶ ἐκινδύνευον πιστεύειν αὐτοῖς ἕνα καὶ
μόνον ἐν τοῖς Ἕλλησιν εἶναι λέγουσι καὶ τὰ
τοιαῦτα. τὸ δὲ κατὰ τὴν παροιμίαν ἄνθρακες
ἡμῶν ὁ θησαυρὸς ἦσαν, καὶ ὀλίγου δέω θαυματοποιοῦ
τινος ἔπαινον ἐπαινεῖσθαι πρὸς αὐτῶν.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg057.perseus-grc3" n="3"><p> Ἐθέλω γοῦν ὑμῖν καὶ τὸ τοῦ γραφέως διηγήσασθαι.
ὁ Ζεῦξις ἐκεῖνος ἄριστος γραφέων γενόμενος
τὰ δημώδη καὶ τὰ κοινὰ ταῦτα οὐκ ἔγραφεν,
ἢ ὅσα πάνυ ὀλίγα, ἥρωας ἢ θεοὺς ἢ πολέμους, ἀεὶ
δὲ καινοποιεῖν ἐπειρᾶτο καί τι ἀλλόκοτον ἂν καὶ
ξένον ἐπινοήσας ἐπ' ἐκείνῳ τὴν ἀκρίβειαν τῆς
τέχνης ἐπεδείκνυτο. ἐν δὲ τοῖς ἄλλοις τολμήμασι
καὶ θήλειαν Ἱπποκένταυρον ὁ Ζεῦξις οὗτος
<note xml:lang="mul" n="6.156.3">οὗτος Hartmann: αὐτὸς MSS. (om. Bodl.).</note>

ἐποίησεν, ἀνατρέφουσάν γε προσέτι παιδίω Ἱπποκενταύρω
διδύμω κομιδῇ νηπίω. τῆς εἰκόνος
ταύτης ἀντίγραφός ἐστι νῦν Ἀθήνησι πρὸς αὐτὴν



<pb n="v.6.p.158"/>

ἐκείνην ἀκριβεῖ τῇ στάθμῃ μετενηνεγμένη. τὸ
ἀρχέτυπον δὲ αὐτὸ Σύλλας ὁ Ῥωμαίων στρατηγὸς
ἐλέγετο μετὰ τῶν ἄλλων εἰς Ἰταλίαν πεπομφέναι,
εἶτα περὶ Μαλέαν οἶμαι καταδύσης τῆς ὁλκάδος
ἀπολέσθαι ἅπαντα καὶ τὴν γραφήν. πλὴν ἀλλὰ
τήν γε εἰκόνα τῆς εἰκόνος εἶδον, καὶ αὐτὸς ὑμῖν
ὡς ἂν οἷός τε ὦ δείξω τῷ λόγῳ, οὐ μὰ τὸν Δία
γραφικός τις ὤν, ἀλλὰ πάνυ μέμνημαι οὐ πρὸ
πολλοῦ ἰδὼν ἔν τινος τῶν γραφέων Ἀθήνησι. καὶ
τὸ ὑπερθαυμάσαι τότε τὴν τέχνην τάχ' ἄν μοι καὶ
νῦν πρὸς τὸ σαφέστερον δηλῶσαι συναγωνίσαιτο.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg057.perseus-grc3" n="4"><p> Ἐπὶ χλόης εὐθαλοῦς ἡ Κένταυρος αὕτη πεποίηται
ὅλῃ μὲν τῇ ἵππῳ χαμαὶ κειμένη, καὶ ἀποτέτανται
εἰς τοὐπίσω οἱ πόδες· τὸ δὲ γυναικεῖον ὅσον
αὐτῆς ἠρέμα ἐπεγήγερται
<note xml:lang="mul" n="6.158.1">ἐπεγήγερται Jacobitz: ἐπεγείγερται Bodl.: ἐπήγερται MSS. [ἐπείγερται? Γ]</note>
 καὶ ἐπ' ἀγκῶνός ἐστιν,
οἱ δὲ πόδες οἱ ἔμπροσθεν οὐκέτι καὶ οὗτοι ἀποτάδην,
οἷον ἐπὶ πλευρὰν κειμένης, ἀλλ’ ὁ μὲν ὀκλάζοντι
ἔοικεν ὢν καμπύλος ὑπεσταλμένῃ τῇ ὁπλῇ, ὁ δὲ
ἔμπαλιν ἐπανίσταται καὶ τοῦ ἐδάφους ἀντιλαμβάνεται,
οἷοί εἰσιν ἵπποι πειρώμενοι ἀναπηδᾶν.
τοῖν νεογνοῖν δὲ τὸ μὲν ἄνω ἔχει αὐτὴ ἐν ταῖς
ἀγκάλαις καὶ τρέφει ἀνθρωπικῶς ἐπέχουσα τὸν
γυναικεῖον μαστόν, τὸ δ’ ἕτερον ἐκ τῆς ἵππου
θηλάζει ἐς τὸν πωλικὸν τρόπον. ἄνω δὲ τῆς
εἰκόνος οἷον ἀπό τινος σκοπῆς Ἱπποκένταυρός τις,
ἀνὴρ ἐκείνης δηλαδὴ τῆς τὰ βρέφη ἀμφοτέρωθεν
τιθηνουμένης, ἐπικύπτει γελῶν οὐχ ὅλος φαινόμενος,
ἀλλ’ ἐς μέσον τὸν ἵππον, λέοντος σκύμνον
ἀνέχων τῇ δεξιᾷ καὶ ὑπὲρ ἑαυτὸν αἰωρῶν, ὡς
δεδίξαιτο σὺν παιδιᾷ τὰ βρέφη.

<pb n="v.6.p.160"/>
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg057.perseus-grc3" n="5"><p> Τὰ μὲν οὖν ἄλλα τῆς γραφῆς, ἐφ' ὅσα τοῖς
ἰδιώταις ἡμῖν οὐ πάντη ἐμφανῆ ὄντα τὴν ὅλην
ἔχει ὅμως δύναμιν τῆς τέχνης—οἷον τὸ ἀποτεῖναι
τὰς γραμμὰς ἐς τὸ εὐθύτατον καὶ τῶν χρωμάτων
ἀκριβῆ τὴν κρᾶσιν καὶ εὔκαιρον τὴν ἐπιβολὴν
ποιήσασθαι καὶ σκιάσαι ἐς δέον καὶ τοῦ μεγέθους
τὸν λόγον καὶ τὴν τῶν μερῶν πρὸς τὸ ὅλον
ἰσότητα καὶ ἁρμονίαν—γραφέων παῖδες ἐπαινούντων,
οἷς ἔργον εἰδέναι τὰ τοιαῦτα. ἐγὼ δὲ τοῦ Ζεύξιδος
ἐκεῖνο μάλιστα ἐπῄνεσα, ὅτι ἐν μιᾷ καὶ τῇ αὐτῇ
ὑποθέσει ποικίλως τὸ περιττὸν ἐπεδείξατο τῆς
τέχνης, τὸν μὲν ἄνδρα ποιήσας πάντη φοβερὸν καὶ
κομιδῇ ἄγριον, σοβαρὸν τῇ χαίτῃ, λάσιον τὰ
πολλὰ οὐ κατὰ τὸν ἵππον αὐτοῦ μόνον, ἀλλὰ καὶ
κατὰ στέρνον τοῦ ἀνθρώπου καὶ ὤμους ἐπὶ
πλεῖστον,
<note xml:lang="mul" n="6.160.1">So Rothstein: ἀλλὰ καὶ καθ' ἕτερον τοῦ ἀνθρώπου καὶ ἐξάρας αὐτοῦ τοὺς ὠμοὺς ἐπὶ πλεῖστον MSS.: ἵππον σοβαρὸν ἄγριον κομιδῇ λάσιον τῇ χαίτῃ στέρνον τε καὶ ὤμους Bodl.</note>
 τὸ βλέμμα, καίτοι γελῶντος, θηριῶδες
ὅλον ὄρειόν τι καὶ ἀνήμερον.
</p></div></div></body></text></TEI>