οἱ Γαλάται δὲ οἱ μὲν ἐτεθνήκεσαν, πολλοῦ τοῦ φόνου γενομένου, οἱ δὲ ζῶντες ἐλαμβάνοντο, πλὴν πάνυ ὀλίγοι ὁπόσοι ἔφθασαν ἐς τὰ ὄρη ἀναφυγόντες, οἱ Μακεδόνες δὲ ὅσοι σὺν Ἀντιόχῳ ἦσαν, ἐπαιώνιζον καὶ προσιόντες ἄλλος ἀλλαχόθεν ἀνέδουν τὸν βασιλέα καλλίνικον ἀναβοῶντες· ὁ δὲ καὶ δακρύσας, ὥς φασιν, Αἰσχυνώμεθα, ἔφη, ὦ στρατιῶται, οἷς γε ἡ σωτηρία ἐν ἑκκαίδεκα τούτοις θηρίοις ἐγένετο· ὡς εἰ μὴ τὸ καινὸν τοῦ θεάματος ἐξέπληξε τοὺς πολεμίους, τί ἂν ἡμεῖς ἦμεν πρὸς αὐτούς; ἔπειτα τῷ τροπαίῳ κελεύει ἄλλο μηδέν, ἐλέφαντα δὲ μόνον ἐγκολάψαι. ὥρα τοίνυν με σκοπεῖν, μὴ καὶ τοὐμὸν ὅμοιον ᾖ τῷ Ἀντιόχῳ καὶ τὰ μὲν ἄλλα οὐκ ἄξια μάχης, ἐλέφαντες δέ τινες καὶ ξένα μορμολύκεια πρὸς τοὺς ὁρῶντας καὶ θαυματοποιία ἄλλως· ἐκεῖνα γοῦν ἐπαινοῦσι πάντες. οἷς δʼ ἐγὼ ἐπεποίθειν, οὐ πάνυ ταῦτα ἐν λόγῳ παρʼ αὐτοῖς ἐστιν, ἀλλʼ ὅτι μὲν θήλεια ἱπποκένταυρος γεγραμμένη, τοῦτο μόνον ἐκπλήττονται καὶ ὥσπερ ἐστί, καινὸν καὶ τεράστιον δοκεῖ αὐτοῖς. τὰ δʼ ἄλλα μάτην ἄρα τῷ Ζεύξιδι πεποίηται; ἀλλʼ οὐ μάτην· γραφικοὶ γὰρ ὑμεῖς καὶ μετὰ τέχνης ἕκαστα ὁρᾶτε. εἴη μόνον ἄξια τοῦ θεάτρου δεικνύειν.