<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg056.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg056.perseus-grc3" n="5"><p> Καὶ τί τὸ θαῦμα ἐνῆν τῇ γραφῇ αὐτοῦ, ἤρετό
τις, ὡς τὸν Ἑλλανοδίκην δι’ αὐτὸ οὐκ ἐπιχωρίῳ
τῷ Ἀετίωνι συνάψασθαι τῆς θυγατρὸς τὸν γάμον;
ἔστιν ἡ εἰκὼν ἐν Ἰταλίᾳ, κἀγὼ εἶδον ὥστε καὶ σοὶ
ἂν εἰπεῖν ἔχοιμι. θάλαμός ἐστι περικαλλὴς καὶ
κλίνη νυμφική, καὶ ἡ Ῥωξάνη κάθηται πάγκαλόν
τι χρῆμα παρθένου ἐς γῆν ὁρῶσα, αἰδουμένη
ἑστῶτα τὸν Ἀλέξανδρον. Ἔρωτες δέ τινες μειδιῶντες·
ὁ μὲν κατόπιν ἐφεστὼς ἀπάγει τῆς
κεφαλῆς τὴν καλύπτραν καὶ δείκνυσι τῷ νυμφίῳ
τὴν Ῥωξάνην, ὁ δὲ τις μάλα δουλικῶς ἀφαιρεῖ τὸ
σανδάλιον ἐκ τοῦ ποδός ὡς κατακλίνοιτο ἤδη,
ἄλλος τῆς χλανίδος τοῦ Ἀλεξάνδρου ἐπειλημμένος,
Ἔρως καὶ οὗτος, ἕλκει αὐτὸν πρὸς τὴν Ῥωξάνην
πάνυ βιαίως ἐπισπώμενος. ὁ βασιλεὺς δὲ αὐτὸς
μὲν στέφανόν τινα ὀρέγει τῇ παιδί, πάροχος δὲ
καὶ νυμφαγωγὸς Ἡφαιστίων συμπάρεστι δᾷδα
καιομένην ἔχων, μειρακίῳ πάνυ ὡραίῳ ἐπερειδόμενος—Ὑμέναιος
οἶμαί ἐστιν (οὐ γὰρ ἐπεγέγραπτο
τοὔνομα). ἑτέρωθι δὲ τῆς εἰκόνος ἄλλοι
Ἔρωτες παίζουσιν ἐν τοῖς ὅπλοις τοῦ Ἀλεξάνδρου,
δύο μὲν τὴν λόγχην αὐτοῦ φέροντες, μιμούμενοι
τοὺς ἀχθοφόρους ὁπότε δοκὸν φέροντες βαροῖντο·
ἄλλοι δὲ δύο ἕνα τινὰ ἐπὶ τῆς ἀσπίδος κατακείμενον,
βασιλέα δῆθεν καὶ αὐτόν, σύρουσιν τῶν
ὀχάνων τῆς ἀσπίδος ἐπειλημμένοι· εἷς δὲ δὴ ἐς
τὸν θώρακα ἐσελθὼν ὕπτιον κείμενον λοχῶντι

<pb n="v.6.p.148"/>

ἔοικεν, ὡς φοβήσειεν αὐτούς, ὁπότε κατ' αὐτὸν
γένοιντο σύροντες.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg056.perseus-grc3" n="6"><p> Οὐ παιδιὰ δὲ ἄλλως ταῦτά ἐστιν οὐδὲ περιείργασται
ἐν αὐτοῖς ὁ Ἀετίων, ἀλλὰ δηλοῖ τοῦ
Ἀλεξάνδρου καὶ τὸν ἐς τὰ πολεμικὰ ἔρωτα, καὶ
ὅτι ἅμα καὶ Ῥωξάνης ἤρα καὶ τῶν ὅπλων οὐκ
ἐπελέληστο. πλὴν ἀλλ’ ἥ γε εἰκὼν αὐτὴ καὶ
ἄλλως γαμήλιόν τι ἐπὶ τῆς ἀληθείας διεφάνη
ἔχουσα, προμνησαμένη τῷ Ἀετίωνι τὴν τοῦ
Προξενίδου θυγατέρα. καὶ ἀπῆλθε γήμας καὶ
αὐτός, πάρεργον τῶν Ἀλεξάνδρου γάμων, ὑπὸ
νυμφαγωγῷ τῷ βασιλεῖ, μισθὸν εἰκασμένου γάμου
προσλαβὼν ἀληθῆ γάμον.
</p></div></div></body></text></TEI>