<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="6"><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p> Οἴει γὰρ τὸν ποιμένα ἐκεῖνον, τὸν ἀλαζόνα,
ὑγιές τι περὶ ἐμοῦ εἰδέναι; σκόπει δὲ οὕτως.


<pb n="v.6.p.96"/>

ἔσθ’ ὅστις ἄνθρωπος (οὐ γὰρ θεὸν ἐρῶ) ὑπομείνειεν
ἂν ἑκὼν αὐτὸς καταφαγεῖν τὰ τέκνα, εἰ
<note xml:lang="mul" n="6.96.1">εἰ μή τις Θ. ἦν ἀσεβεῖ ἀδελφῷ περιπεσὼν ἤσθιε καὶ τοῦτο γ’ ἂν εἴη X B: εἰ . . . ἦν ἀσεβεῖ περιπεσὼν κἂν τοῦτό γ’ ἂν εἴη N. εἰ . . . ἦν ἀσεβείᾳ ἀδελφῷ (ἀδελφῶν Α Ω) περιπεσὼν εἴσθιε καὶ τοῦτο μανείη ΓΑΩ: H. ὢν Jacobitz: καὶ εἰ Mras.</note>
 μή
τις Θυέστης ὢν ἀσεβεῖ ἀδελφῷ περιπεσὼν ἤσθιε;
καὶ εἰ τοῦτο μανείη, πῶς ἀγνοήσει λίθον ἀντὶ
βρέφους ἐσθίων, εἰ μὴ ἀνάλγητος εἴη τοὺς ὀδόντας;
ἀλλ’ οὔτε ἐπολεμήσαμεν οὔτε ὁ Ζεὺς βίᾳ τὴν
ἀρχὴν, ἑκόντος δέ μου παραδόντος αὐτῷ καὶ
ὑπεκστάντος, ἄρχει.
<note xml:lang="mul" n="6.96.2">τὴν ἀρχὴν . . . ἄρχει Γ: τὴν ἀρχὴν ἀφείλετο . . . ἄρχειν N.</note>
 ὅτι μὲν γὰρ οὔτε πεπέδημαι
οὔτε ἐν τῷ Ταρτάρῳ εἰμί, καὶ αὐτὸς ὁρᾷς οἶμαι εἰ
μὴ τυφλὸς ὥσπερ Ὅμηρος εἶ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="7"><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p> Τί παθὼν δέ, ὦ Κρόνε, ἀφῆκας τὴν ἀρχήν;</p></sp><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p>Ἐγώ σοι φράσω. τὸ μὲν ὅλον, γέρων ἤδη καὶ
ποδαγρὸς ὑπὸ τοῦ χρόνου ὤν. διὸ καὶ πεπεδῆσθαί
με οἱ πολλοὶ εἴκασαν. οὐ γὰρ ἠδυνάμην διαρκεῖν
πρὸς οὕτω πολλὴν τὴν ἀδικίαν τῶν νῦν, ἀλλ’ ἀεὶ
ἀναθεῖν ἔδει ἄνω καὶ κάτω τὸν κεραυνὸν διηρμένον
τοὺς ἐπιόρκους ἢ ἱεροσύλους ἢ βιαίους καταφλέγοντα,
καὶ τὸ πρᾶγμα πάνυ ἐργῶδες ἦν καὶ
νεανικόν. ἐξέστην οὖν εὖ ποιῶν τῷ Διί. καὶ
ἄλλως δὲ καλῶς ἔχειν ἐδόκει μοι διανείμαντα τοῖς
παισὶν οὖσι τὴν ἀρχὴν αὐτὸν εὐωχεῖσθαι τὰ
πολλὰ ἐφ’ ἡσυχίας οὔτε τοῖς εὐχομένοις χρηματίζοντα
οὔτε ὑπὸ τῶν τἀναντία αἰτούντων ἐνοχλούμενον
οὔτε βροντῶντα ἢ ἀστράπτοντα ἢ χάλαζαν


<pb n="v.6.p.98"/>

ἐνίοτε βάλλειν ἀναγκαζόμενον· ἀλλὰ πρεσβυτικόν
τινα τοῦτον ἥδιστον βίον διάγω ζωρότερον πίνων
τὸ νέκταρ, τῷ Ἰαπετῷ καὶ τοῖς ἄλλοις τοῖς
ἡλικιώταις προσμυθολογῶν· ὁ δὲ ἄρχει μυρία
ἔχων πράγματα. πλὴν ὀλίγας ταύτας ἡμέρας ἐφ’
οἷς εἶπον ὑπεξελέσθαι μοι ἔδοξε καὶ ἀναλαμβάνω
τὴν ἀρχήν, ὡς ὑπομνήσαιμι τοὺς ἀνθρώπους οἷος
ἦν ὁ ἐπ’ ἐμοῦ βίος, ὁπότε ἄσπορα καὶ ἀνήροτα
πάντα ἐφύετο αὐτοῖς, οὐ στάχυες, ἀλλ’ ἕτοιμος
ἄρτος καὶ κρέα ἐσκευασμένα, καὶ ὁ οἶνος ἔρρει
ποταμηδὸν καὶ πηγαὶ μέλιτος καὶ γάλακτος·
ἀγαθοὶ γὰρ ἦσαν καὶ χρυσοῖ ἅπαντες. αὕτη μοι
ἡ αἰτία τῆς ὀλιγοχρονίου ταύτης δυναστείας, καὶ
διὰ τοῦτο ἁπανταχοῦ κρότος καὶ ᾠδὴ καὶ παιδιὰ
καὶ ἰσοτιμία πᾶσι καὶ δούλοις καὶ ἐλευθέροις.
οὐδεὶς γὰρ ἐπ’ ἐμοῦ δοῦλος ἦν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="8"><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p> Ἐγὼ δέ, ὦ Κρόνε, καὶ τοῦτο εἴκαζον τὸ
<note xml:lang="mul" n="6.98.1">τὸ add Jacobitz.</note>
 εἰς
τοὺς δούλους καὶ πεδότριβας
<note xml:lang="mul" n="6.98.2">πεδότριβας two late MSS.: παιδοτρίβας other MSS.</note>
 φιλάνθρωπον ἐκ
τοῦ μυθου ἐκείνου ποιεῖν σε τιμῶντα τοὺς τὰ
ὅμοια πάσχοντας, ἅτε καὶ αὐτὸν δουλεύοντα,
μεμνημένον τῆς πέδης.</p></sp><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p>Οὐ παύσῃ γὰρ τοιαῦτα ληρῶν;</p></sp><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p>Εὖ λέγεις, καὶ παύσομαι. πλὴν ἔτι μοι κα
τοῦτο ἀπόκριναι. τὸ πεττεύειν σύνηθες ἦν τοῖς
ἐπὶ σοῦ ἀνθρώποις;</p></sp><pb n="v.6.p.100"/><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p>Καὶ μάλα, οὐ μὴν περὶ ταλάντων γε καὶ μυριάδων
ὥσπερ ὑμῖν, ἀλλὰ περὶ καρύων τὸ μέγιστον, ὡς
μὴ ἀνιᾶσθαι ἡττηθέντα μηδὲ δακρύειν ἀεὶ ἄσιτον
ὄντα μόνον τῶν ἄλλων.</p></sp><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p>Εὖ γε ἐκεῖνοι ποιοῦντες. ὑπὲρ τίνος γὰρ ἂν
καὶ ἐπέττευον αὐτοὶ ὁλόχρυσοι ὄντες; ὡς ἔγωγε
καὶ μεταξὺ λέγοντός σου τοιόνδε τι ἐνενόησα· εἴ
τις ἕνα τῶν ἀνδρῶν ἐκείνων τῶν χρυσηλάτων ἐς
τὸν ἡμέτερον τοῦτον βίον ἀγαγὼν ἔδειξε τοῖς
πολλοῖς, οἷα ἔπαθεν ἂν ὁ
<note xml:lang="mul" n="6.100.1">ὁ add. Jacobitz.</note>
 ἄθλιος ὑπ’ αὐτῶν;
διεσπάσαντο γὰρ ἂν αὐτὸν εὖ οἶδ’ ὅτι ἐπιδραμόντες
ὥσπερ τὸν Πενθέα αἱ Μαινάδες ἢ αἱ Θρᾷτται τὸν
Ὀρφέα ἢ τὸν Ἀκταίωνα αἱ κύνες, περὶ τοῦ
μεῖζον ἀπενέγκασθαι τὸ μέρος πρὸς ἀλλήλους
ἕκαστος ἁμιλλώμενοι, οἵ γε οὐδὲ ἑορτάζοντες ἔξω
τοῦ φιλοκερδοῦς εἰσιν, ἀλλὰ πρόσοδον οἱ πολλοὶ
πεποίηνται τὴν ἑορτήν. εἶτα οἱ μὲν ἀπέρχονται
λῃστεύοντες ἐν τῷ συμποσίῳ τοὺς φίλους, οἱ δέ
σοί τε λοιδοροῦνται, οὐδὲν δέον, καὶ τοὺς κύβους
<note xml:lang="mul" n="6.100.2">κυβέρνους.</note>

συντρίβουσιν ἀναιτίους ὄντας αὐτοῖς ὧν ἑκόντες
 ποιοῦσιν.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="9"><sp><p>ἀτὰρ εἰπέ μοι καὶ τόδε· τί δή ποτε
ἁβρὸς οὕτω θεὸς ὢν καὶ γέρων ἐπιλεξάμενος τὸ
ἀτερπέστατον, ὁπότε ἡ χιὼν ἐπέχει τὰ πάντα καὶ
ὁ βορρᾶς πολὺς καὶ οὐδὲν ὅ τι οὐ πέπηγεν ὑπὸ τοῦ
κρύους καὶ τὰ δένδρα ξηρὰ καὶ γυμνὰ καὶ ἄφυλλα
καὶ οἱ λειμῶνες ἄμορφοι καὶ ἀπηνθηκότες καὶ οἱ
ἄνθρωποι ἐπικεκυφότες ὥσπερ οἱ πάνυ γεγηρακότες,
ἀμφὶ τὴν κάμινον οἱ πολλοί, τηνικαῦτα

<pb n="v.6.p.102"/>

ἑορτάζεις; οὐ γὰρ πρεσβυτικός γε ὁ καιρὸς οὐδὲ
ἐπιτήδειος τοῖς τρυφῶσι.</p></sp><sp><speaker>ΚΡΟΝΟΣ</speaker><p>Πολλά με ἀνακρίνεις, ὦ οὗτος, ἤδη πίνειν δέον.
παρῄρησαι γοῦν μου χρόνον τῆς ἑορτῆς οὐκ ὀλίγον
οὐ πάνυ ἀναγκαῖά μοι ταῦτα προσφιλοσοφῶν.
ὥστε νῦν μὲν ἄφες αὐτά. εὐωχώμεθα δὲ ἤδη καὶ
κροτῶμεν καὶ ἐπὶ τῇ ἐλευθερίᾳ ἤδη ζῶμεν, εἶτα
πεττεύωμεν ἐς τὸ ἀρχαῖον ἐπὶ καρύων καὶ βασιλέας
χειροτονῶμεν καὶ πειθαρχῶμεν αὐτοῖς. οὕτω γὰρ
ἂν τὴν παροιμίαν ἐπαληθεύσαιμι, ἥ φησι παλίμπαιδας
τοὺς γέροντας γίγνεσθαι.</p></sp><sp><speaker>ΙΕΡΕΥΣ</speaker><p>Ἀλλὰ μὴ δύναιτο διψῶν πιεῖν, ὦ Κρόνε, ὅτῳ
μὴ ταῦτα ἃ λέγεις ἡδέα. ὥστε πίνωμεν. ἱκανὰ
γὰρ ἀποκέκρισαι καὶ τὰ πρῶτα. καί μοι δοκῶ
γραψάμενος εἰς βιβλίον ταύτην ἡμῶν τὴν συνουσίαν
ἅ τε αὐτὸς ἠρώτησα καὶ σὺ πρὸς ταῦτα
ἵλεως ἀπεκρίνω παρέξειν ἀναγνῶναι τῶν φίλων,
ὅσοι γ’ ἐπακοῦσαι τῶν σῶν λόγων ἄξιοι.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="10"><head>ΚΡΟΝΟΣΟΛΩΝ</head><p> Τάδε λέγει Κρονοσόλων ἱερεὺς καὶ προφήτης
τοῦ Κρόνου καὶ νομοθέτης τῶν ἀμφὶ τὴν ἑορτήν.</p><p>Ἃ μὲν τοὺς πένητας χρὴ ποιεῖν, αὐτοῖς ἐκείνοις
ἔπεμψα ἄλλο βιβλίον, ἐγγράψας, καὶ εὖ οἶδ’ ὅτι
ἐμμενοῦσι κἀκεῖνοι τοῖς νόμοις, ἢ αὐτίκα ἔνοχοι
ἔσονται τοῖς ἐπιτιμίοις, ἃ κατὰ τῶν ἀπειθούντων
μεγάλα ὥρισται.

<pb n="v.6.p.104"/></p><p>Ὑμεῖς δέ, ὦ πλούσιοι, ὁρᾶτε πῶς μὴ παρανομήσητε
μηδὲ παρακούσητε τῶνδε τῶν προσταγμάτων.
ὡς ὅστις ἂν οὕτω μὴ ποιήσῃ, ἴστω οὗτος
οὐκ ἐμοῦ νομοθέτου ἀμελήσων ἀλλ’ εἰς τὸν
Κρόνον αὐτόν, ὅς με προείλετο νομοθετῆσαι ἐς
τὴν ἑορτὴν οὐκ ὄναρ ἐπιστάς, ἀλλὰ πρῴην ἐγρηγορότι
ἐναργὴς συγγενόμενος. ἦν δὲ οὐ πεδήτης
οὐδὲ αὐχμοῦ πλέως, οἷον αὐτὸν οἱ ζωγράφοι παρὰ
τῶν λήρων τῶν ποιητῶν παραδεξάμενοι ἐπιδείκνυνται,
ἀλλὰ τὴν μὲν ἅρπην εἶχεν πάνυ τεθηγμένην.
τὰ δ’ ἄλλα φαιδρός τε ἦν καὶ καρτερὸς καὶ
βασιλικῶς ἐνεσκεύαστο. μορφὴν μὲν τοιόσδε ὤφθη
μοι, ἃ δὲ εἶπε, πάνυ θεσπέσια καὶ ταῦτα, προειρῆσθαι
ὑμῖν ἄξια.
</p></div></div></body></text></TEI>