3. ΚΡΟΝΟΣ ΤΟΙΣ ΠΛΟΥΣΙΟΙΣ ΧΑΙΡΕΙΝ Οἱ πένητες ἔναγχος ἐπεστάλκασί μοι αἰτιώμενοι ὑμᾶς μὴ μεταδιδόναι σφίσιν ὧν ἔχετε, καὶ τὸ μὲν ὅλον ἠξίουν με κοινὰ πᾶσι ποιεῖν τἀγαθὰ καὶ τὸ μέρος ἕκαστον αὐτῶν ἔχειν. δίκαιον γὰρ εἶναι ἰσοτιμίαν καθεστηκέναι καὶ μὴ τῷ μὲν πλέον, τῷ δὲ μηδ’ ὅλως μετεῖναι τῶν ἡδέων. ἐγὼ δὲ περὶ μὲν τούτων ἔφην ἄμεινον σκέψασθαι τὸν Δία, περὶ δὲ τῶν παρόντων καὶ ὧν ἀδικεῖσθαι ᾤοντο κατὰ τὴν ἑορτὴν ἑώρων ἐπ’ ἐμὲ καθήκουσαν τὴν κρίσιν, καὶ ὑπεσχόμην γράψειν πρὸς ὑμᾶς. Ἔστι δὲ ἅπερ ἀξιοῦσι ταῦτα μέτρια, ὡς ἐμοὶ ἔδοξε. πῶς γάρ, φασί, ῥιγοῦντες τοσούτῳ κρύει καὶ λιμῷ ἐχόμενοι προσέτι ἑορτάζοιμεν ἄν; εἰ τοίνυν ἐθέλοιμι κἀκείνους μετέχειν τῆς ἑορτῆς, ἐκέλευόν με ἀναγκάσαι ὑμᾶς ἐσθήτων τε ὧν ἔχετε μεταδοῦναι αὐτοῖς, εἴ τινες περιτταὶ καὶ παχύτεραι ἢ καθ’ ὑμᾶς, καὶ τοῦ χρυσίου ὀλίγον ἐπιστάξαι αὐτοῖς. εἰ γὰρ ταῦτα, φασί, ποιήσετε, μηδὲ μηδὲ Jacobitz: μήτε MSS. ἀμφισβητεῖν ὑμῖν ἔτι τῶν ἀγαθῶν ἐπὶ τοῦ Διός, εἰ δὲ μή, ἀπειλοῦσι προσκαλέσασθαι ἐπὶ τὸν ἀναδασμόν, ἐπειδὰν τὸ πρῶτον δίκας ὁ Ζεὺς προθῇ. ταῦτά ἐστιν οὐ πάνυ χαλεπὰ ὑμῖν ἀπὸ τοσούτων ἃ καλῶς ποιοῦντες ἔχετε. Νὴ Δία καὶ τῶν δείπνων πέρι, ὡς συνδειπνοῖεν ὑμῖν—καὶ τοῦτο προσθεῖναι ἠξίουν τῇ ἐπιστολῇ, ὡς νῦν γε μόνους ὑμᾶς τρυφᾶν ἐπικλεισαμένους τὰς θύρας, εἰ δέ ποτε κἀκείνων τινὰς ἑστιᾶν διὰ μακροῦ ἐθελήσετε, πλέον τοῦ εὐφραίνοντος ἐνεῖναι τὸ ἀνιαρὸν τῷ δείπνῳ, καὶ τὰ πολλὰ ἐφ’ ὕβρει αὐτῶν γίγνεσθαι—οἷον ἐκεῖνο τὸ μὴ τοῦ αὐτοῦ οἴνου συμπίνειν, Ἡράκλεις, ὡς ἀνελεύθερον. καὶ καταγιγνώσκειν αὐτῶν ἐκείνων ἄξιον, ὅτι μὴ μεταξὺ ἀναστάντες οἴχονται ὅλον ὑμῖν τὸ συμπόσιον καταλιπόντες. ἀλλ’ οὐδὲ ἐς κόρον ὅμως φασὶ πίνειν. τοὺς γὰρ οἰνοχόους ὑμῶν ὥσπερ τοὺς Ὀδυσσέως ἑταίρους κηρῷ βεβύσθαι τὰ ὦτα. τὰ μὲν γὰρ ἄλλα οὕτως αἰσχρά ἐστιν, ὥστε ὀκνῶ λέγειν, ἃ περὶ τῆς νομῆς τῶν κρεῶν αἰτιῶνται καὶ τῶν διακόνων, ὑμῖν μὲν παρεστώτων ἔστ’ ἂν ὑπερεμφορηθῆτε, ἐκείνους δὲ παραθεόντων, καὶ ἄλλα πολλὰ τοιαῦτα μικροπρεπῆ καὶ ἥκιστα ἐλευθέροις πρέποντα. τὸ γοῦν ἥδιστον καὶ συμποτικώτερον ἡ ἰσοτιμία ἐστί, καὶ ὁ ἰσοδαίτης ἰσοδαίτης Gesner: ἰσοδιαίτης MSS. τούτου ἕνεκα ἡγεῖται ὑμῖν τῶν συμποσίων, ὡς τὸ ἴσον ἅπαντες ἔχοιεν. Ὁρᾶτε οὖν ὅπως μηκέτι ὑμᾶς αἰτιάσωνται, ἀλλὰ τιμήσωσι καὶ φιλήσωσι τῶν ὀλίγων τούτων μεταλαμβάνοντες· ὧν ὑμῖν μὲν ἡ δαπάνη ἀνεπαίσθητος, ἐκείνοις δὲ ἐν καιρῷ τῆς χρείας ἡ δόσις ἀείμνηστος. ἄλλως τε οὐδ’ ἂν οἰκεῖν δύναισθε τὰς πόλεις μὴ οὐχὶ καὶ πενήτων συμπολιτευομένων καὶ μυρία πρὸς τὴν εὐδαιμονίαν ὑμῖν συντελούντων, οὐδ’ ἂν ἔχοιτε τοὺς θαυμάζοντας ὑμῶν τὸν πλοῦτον, ἢν μόνοι καὶ ἰδίᾳ καὶ ὑπὸ σκότῳ πλουτῆτε. ἰδέτωσαν οὖν πολλοὶ καὶ θαυμασάτωσαν ὑμῶν τὸν ἄργυρον καὶ τὰς τραπέζας καὶ προπινόντων φιλοτησίας, μεταξὺ πίνοντες περισκοπείτωσαν τὸ ἔκπωμα καὶ τὸ βάρος ἴστωσαν αὐτοὶ διαβαστάσαντες καὶ τῆς ἱστορίας τὸ ἀκριβὲς καὶ καὶ add. Guyet. τὸν χρυσὸν ὅσος, ὃς ἐπανθεῖ τῇ τέχνῃ. πρὸς γὰρ τῷ χρηστοὺς καὶ φιλανθρώπους ἀκούειν καὶ τοῦ φθονεῖσθαι ὑπ’ αὐτῶν ἔξω γενήσεσθε. τίς γὰρ ἂν φθονήσειε τῷ κοινωνοῦντι καὶ διδόντι τῶν μετρίων; τίς δ’ οὐκ ἂν εὔξαιτο εἰς τὸ μήκιστον διαβιῶναι αὐτὸν ἀπολαύοντα τῶν ἀγαθῶν; ὡς δὲ νῦν ἔχετε, ἀμάρτυρος μὲν ἡ εὐδαιμονία, ἐπίφθονος δὲ ὁ πλοῦτος, ἀηδὴς δὲ ὁ βίος.