<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="19"><head>ΕΠΙΣΤΟΛΑΙ ΚΡΟΝΙΚΑΙ</head><head>1. ΕΓΩ ΚΡΟΝΩΙ ΧΑΙΡΕΙΝ</head><p> Ἐγεγράφειν μὲν ἤδη σοι καὶ πρότερον δηλῶν ἐν
οἷς εἴην καὶ ὡς ὑπὸ πενίας κινδυνεύοιμι μόνος
ἄμοιρος εἶναι τῆς ἑορτῆς, ἣν ἐπήγγελκας, ἔτι καὶ
τοῦτο προσθεὶς—μέμνημαι γάρ—ἀλογώτατον εἶναι
τοὺς μὲν ἡμῶν ὑπερπλουτεῖν καὶ τρυφᾶν οὐ
κοινωνοῦντας ὧν ἔχουσι τοῖς πενεστέροις, τοὺς δὲ
λιμῷ διαφθείρεσθαι, καὶ ταῦτα Κρονίων ἐνεστώτων.
ἐπεὶ δέ μοι τότε οὐδὲν ἀντεπέστειλας, ἡγησάμην
δεῖν αὖθις ἀναμνῆσαί σε τῶν αὐτῶν. ἐχρῆν γάρ
σε, ὦ ἄριστε Κρόνε, τὸ ἄνισον τοῦτο ἀφελόντα καὶ
τὰ ἀγαθὰ ἐς τὸ μέσον ἅπασι καταθέντα ἔπειτα


<pb n="v.6.p.116"/>

κελεύειν ἑορτάζειν. ὡς δὲ νῦν ἔχομεν, μύρμηξ ἢ
κάμηλος, ὡς ἡ παροιμία φησί. μᾶλλον δὲ τραγικὸν
ὑποκριτὴν ἐννόησον θατέρῳ μὲν τοῖν ποδοῖν ἐφ’
ὑψηλοῦ βεβηκότα, οἷοί εἰσι τραγικοὶ ἐμβάται, ὁ δ’
ἕτερος ἀνυπόδητος ἔστω. εἰ τοίνυν βαδίζοι οὕτως
ἔχων, ὁρᾷς ὅτι ἀναγκαῖον αὐτῷ ἄρτι μὲν ὑψηλῷ,
ἄρτι δὲ ταπεινῷ γενέσθαι, καθ’ ὁπότερον ἂν πόδα
προβαίνῃ. τοσοῦτον κἀν τῷ βίῳ ἡμῶν τὸ ἄνισον·
καὶ οἱ μὲν ὑποδησάμενοι ἐμβάτας τῆς τύχης
χορηγούσης ἐντραγῳδοῦσιν ἡμῖν, οἱ πολλοὶ δὲ
πεζῇ καὶ χαμαὶ βαδίζομεν δυνάμενοι ἄν, εὖ ἴσθι,
μὴ χεῖρον αὐτῶν ὑποκρίνεσθαι καὶ διαβαίνειν, εἴ
τις καὶ ἡμᾶς ἐνεσκεύασε παραπλησίως ἐκείνοις.
</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="20"><p> Καίτοι ἀκούω τῶν ποιητῶν λεγόντων ὡς τὸ
παλαιὸν οὐ τοιαῦτα ἦν τοῖς ἀνθρώποις τὰ πράγματα
σοῦ ἔτι μοναρχοῦντος, ἀλλ’ ἡ μὲν γῆ ἄσπορος
καὶ ἀνήροτος ἔφυεν αὐτοῖς τὰ ἀγαθά, δεῖπνον
ἕτοιμον ἑκάστῳ ἐς κόρον, ποταμοὶ δὲ οἱ μὲν
οἶνον, οἱ δὲ γάλα, εἰσὶ δὲ οἳ καὶ μέλι ἔρρεον. τὸ
δὲ μέγιστον, αὐτοὺς ἐκείνους φασὶ τοὺς ἀνθρώπους
χρυσοῦς εἶναι, πενίαν δὲ μηδὲ τὸ παράπαν αὐτοῖς
πλησιάζειν. ἡμεῖς δὲ αὐτοὶ μὲν οὐδὲ μόλυβδος ἂν
εἰκότως δοκοίημεν, ἀλλ’ εἴ τι καὶ τούτου ἀτιμότερον,
ἡ τροφὴ δὲ μετὰ πόνων τοῖς πλείστοις, ἡ
πενία δὲ καὶ ἀπορία καὶ ἀμηχανία καὶ τὸ οἴμοι καὶ
τὸ πόθεν ἄν μοι γένοιτο καὶ ὢ τῆς τύχης πολλὰ
τοιαῦτα παρὰ γοῦν ἡμῖν τοῖς πένησι.</p><p>Καὶ ἧττον ἄν, εὖ ἴσθι, ἠνιώμεθα ἂν ἐπ’ αὐτοῖς,
εἰ μὴ τοὺς πλουσίους ἑωρῶμεν τοσαύτῃ εὐδαιμονίᾳ
συνόντας, οἳ τοσοῦτον μὲν χρυσόν, τοσοῦτον δὲ
ἄργυρον ἐγκλεισάμενοι, ἐσθῆτας δὲ ὅσας ἔχοντες,
ἀνδράποδα δὲ καὶ ζεύγη καὶ συνοικίας καὶ ἀγρούς,

<pb n="v.6.p.118"/>

πάμπολλα δὲ ταῦτα ἕκαστα κεκτημένοι οὐχ ὅπως
μετέδοσαν ἡμῖν ποτε αὐτῶν, ἀλλ’ οὐδὲ προσβλέπειν
 τοὺς πολλοὺς ἀξιοῦσι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="21"><p>ταῦτα ἡμᾶς μάλιστα ἀποπνίγει,
ὦ Κρόνε, καὶ ἀφόρητον ἡγούμεθα τὸ πρᾶγμα,
τὸν μὲν ἐφ’ ἁλουργίδων κατακείμενον τοσούτοις
ἀγαθοῖς ἐντρυφᾶν ἐρυγγάνοντα καὶ ὑπὸ τῶν συνόντων
εὐδαιμονιζόμενον ἀεὶ ἑορτάζοντα, ἐμὲ δὲ καὶ
τοὺς ὁμοίους ὀνειροπολεῖν, εἴ ποθεν ὀβολοὶ τέσσαρες
γένοιντο, ὡς ἔχοιμεν ἄρτων γοῦν ἢ ἀλφίτων
ἐμπεπλησμένοι καθεύδειν κάρδαμον ἢ θύμον ἢ
κρόμμυον ἐπιτρώγοντες. ἢ τοίνυν ταῦτα, ὦ Κρόνε,
ἀλλάττειν καὶ μεταποιεῖν ἐς τὸ ἰσοδίαιτον, ἢ τὸ
ὕστατον, αὐτούς γε ἐκείνους κελεύειν τοὺς πλουσίους
μὴ μόνους ἀπολαύειν τῶν ἀγαθῶν, ἀλλὰ ἀπὸ
μεδίμνων τοσούτων χρυσίου χοίνικά γε ἡμῶν
πάντων κατασκεδάσαι, ἀπὸ δὲ ἱματίων ὅσα κἂν
ὑπὸ σητῶν διαβρωθέντα οὐκ ἂν αὐτοὺς ἀνιάσειε·
ταῦτα γοῦν πάντως ἀπολλύμενα καὶ ὑπὸ τοῦ
χρόνου διαφθαρησόμενα ἡμῖν δοῦναι περιβαλέσθαι
μᾶλλον ἢ ἐν ταῖς κοίταις καὶ κίσταις εὐρῶτι
πολλῷ κατασαπῆναι.
</p></div></div></body></text></TEI>