<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="12"><p>
εἶτα ἐπειδὴ πάντα ἠπιστάμήν, Καὶ εἰπὲ
αὐτοῖς, ἔφη, ὅτι ἢν μὴ τοῦτο ποιῶσι, μὴ
<note xml:lang="mul" n="6.106.1">μὴ add. Solanus.</note>
 μάτην
ἐγὼ τὴν ἅρπην ταύτην ὀξεῖαν περιφέρω, ἢ γελοῖος
ἂν εἴην τὸν μὲν πατέρα ἐκτομίαν πεποιηκὼς τὸν
Οὐρανόν, τοὺς δὲ πλουσίους μὴ εὐνουχίζων, ὁπόσοι
ἂν παρανομήσωσιν, ὡς ἀγείροιεν τῇ μητρὶ σὺν
αὐλοῖς καὶ τυμπάνοις βάκηλοι γενόμενοι. ταῦτα
ἠπείλησεν. ὥστε καλῶς ἔχει ὑμῖν μὴ παραβαίνειν
τοὺς θεσμούς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="13"><p>1. ΝΟΜΟΙ ΠΡΩΤΟΙ</p><p> Μηδένα μηδὲν μήτε ἀγοραῖον μήτε ἴδιον πράττειν
ἐντὸς τῆς ἑορτῆς ἢ ὅσα ἐς παιδιὰν καὶ τρυφὴν
καὶ θυμηδίαν· ὀψοποιοὶ μόνοι καὶ πεμματουργοὶ
ἐνεργοὶ ἔστωσαν.</p><p>Ἰσοτιμία πᾶσιν ἔστω καὶ δούλοις καὶ ἐλευθέροις
καὶ πένησι καὶ πλουσίοις.</p><p>Ὀργίζεσθαι ἢ ἀγανακτεῖν ἢ ἀπειλεῖν μηδενὶ
ἐξέστω.</p><p>Λογισμοὺς παρὰ τῶν ἐπιμελουμένων Κρονίοις
λαμβάνειν μηδὲ τοῦτο ἐξέστω.

<pb n="v.6.p.108"/></p><p>Μηδεὶς τὸν ἄργυρον ἢ τὴν ἐσθῆτα ἐξεταζέτω
μηδὲ ἀναγραφέτω ἐν τῇ ἑορτῇ μηδὲ γυμναζέσθω
Κρονίοις μηδὲ λόγους ἀσκεῖν ἢ ἐπιδείκνυσθαι,
πλὴν εἴ τινες ἀστεῖοι καὶ φαιδροὶ σκῶμμα καὶ
παιδιὰν ἐμφαίνοντες.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="14"><p>2. ΝΟΜΟΙ ΔΕΥΤΕΡΟΙ</p><p> Πρὸ πολλοῦ τῆς ἑορτῆς οἱ πλούσιοι γραφόντων
μὲν ἐς πινάκιον ἑκάστου τῶν φίλων τοὔνομα,
ἐχόντων δὲ καὶ ἀργύριον ἕτοιμον ὅσον τῶν κατ’
ἔτος προσιόντων τὸ δέκατον καὶ ἐσθῆτα τῆς οὔσης
τὴν περιττὴν καὶ ὅση παχυτέρα ἢ κατ’ αὐτοὺς
κατασκευή, καὶ τῶν ἀργυρῶν οὐκ ὀλίγα. ταῦτα
μὲν πρόχειρα ἔστω.</p><p>Τῇ δὲ πρὸ τῆς ἑορτῆς καθάρσιον μέν τι περιφερέσθω
καὶ ὑπ’ αὐτῶν ἐξελαυνέσθω ἐκ τῆς οἰκίας
μικρολογία καὶ φιλαργυρία καὶ φιλοκερδία καὶ ὅσα
τοιαῦτα ἄλλα σύνοικα τοῖς πλείστοις αὐτῶν.</p><p>Ἐπειδὰν δὲ καθαρὰν τὴν οἰκίαν ἐξεργάσωνται,
θυόντων Διὶ πλουτοδότῃ καὶ Ἑρμῇ δώτορι καὶ
Ἀπόλλωνι μεγαλοδώρῳ.</p><p>Εἶτα περὶ δείλην ὀψίαν ἀναγινωσκέσθω μὲν
 σφίσι τὸ φιλικὸν ἐκεῖνο πινάκιον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc3" n="15"><p>κατανείμαντες
δὲ αὐτοὶ κατ’ ἀξίαν ἑκάστῳ πρὶν ἥλιον δῦναι
πεμπόντων τοῖς φίλοις. οἱ δὲ ἀποκομίζοντες μὴ
πλείους τριῶν ἢ τεττάρων, οἱ πιστότατοι τῶν
οἰκετῶν, ἤδη πρεσβῦται. ἐγγραψάσθω δὲ ἐς γραμμάτιον
ὅ τι τὸ πεμπόμενον καὶ ὅσον, ὡς μὴ
ἀμφότεροι ὑποπτεύοιεν τοὺς διακομίζοντας. αὐτοὶ
δὲ οἱ οἰκέται μίαν κύλικα ἕκαστος πιόντες ἀποτρεχόντων,
ἀπαιτούντων δὲ μηδὲν πλέον. Τοῖς πεπαιδευμένοις

<pb n="v.6.p.110"/>

διπλάσια πάντα πεμπέσθω· ἄξιον γὰρ
διμοιρίτας εἶναι. τὰ δὲ ἐπὶ τοῖς δώροις λεγόμενα
ὡς μετριώτατα καὶ ὀλίγιστα ἔστω. ἐπαχθὲς
δὲ μηδεὶς μηδὲν συνεπιστελλέτω μηδὲ ἐπαινείτω
τὰ πεμπόμενα.</p><p>Πλούσιος πλουσίῳ μηδὲν πεμπέτω μηδὲ ἑστιάτω
Κρονίοις ὁ πλούσιος τὸν ἰσότιμον. τῶν εἰς τὸ
πεμφθῆναι προχειρισθέντων φυλασσέσθω μηδὲν
μηδὲ μετάνοια εἰσίτω ἐπὶ τῇ δωρεᾷ.</p><p>Εἴ τις πέρυσιν ἀποδημῶν δι’ αὐτὸ ἄμοιρος
κατέστη, ἀπολαμβανέτω κἀκεῖνα.</p><p>Διαλυόντων δὲ οἱ πλούσιοι καὶ χρέα ὑπὲρ τῶν
φίλων τῶν πενήτων καὶ τὸ ἐνοίκιον, οἵτινες ἂν
καὶ τοῦτο ὀφείλοντες καταβαλεῖν μὴ ἔχωσι. καὶ
ὅλως, πρὸ πολλοῦ μελέτω αὐτοῖς εἰδέναι ὅτου
μάλιστα δέονται.
</p></div></div></body></text></TEI>