ΙΕΡΕΥΣ Ὦ Κρόνε, σὺ γὰρ ἔοικας ἄρχειν τό γε νῦν εἶναι καὶ σοὶ τέθυται καὶ κεκαλλιέρηται παρ' ἡμῶν, τί ἂν μάλιστα ἐπὶ τῶν ἱερῶν αἰτήσας λάβοιμι παρὰ σοῦ; ΚΡΟΝΟΣ Τοῦτο μὲν αὐτόν σε καλῶς ἔχει ἐσκέφθαι ὅ τι σοι εὐκτέον, εὐκτέον Γ: εὐκταῖον other MSS. εἰ μὴ καὶ μάντιν ἅμα ἐθέλεις εἶναι τὸν ἄρχοντα, εἰδέναι τί σοι ἥδιον αἰτεῖν. ἐγὼ δὲ τά γε δυνατὰ οὐκ ἀνανεύσω πρὸς τὴν εὐχήν. ΙΕΡΕΥΣ Ἀλλὰ πάλαι ἔσκεμμαι. ἐρῶ γὰρ τὰ κοινὰ ταυτὶ καὶ πρόχειρα—πλοῦτον καὶ χρυσὸν πολὺν καὶ ἀγρῶν ἀγρῶν Courier: ἀνδρῶν MSS. δεσπότην εἶναι καὶ ἀνδράποδα πολλὰ κεκτῆσθαι καὶ ἐσθῆτας εὐανθεῖς καὶ μαλακὰς καὶ ἄργυρον καὶ ἐλέφαντα καὶ τὰ ἄλλα ὁπόσα τίμια. τούτων οὖν, ὦ ἄριστε Κρόνε, δίδου μοι, ὥς τι καὶ αὐτὸν ἀπολαῦσαι τῆς σῆς ἀρχῆς μηδὲ ἄμοιρον εἶναι μόνον αὐτὸν διὰ παντὸς τοῦ βίου. ΚΡΟΝΟΣ Ὁρᾷς; οὐ κατ' ἐμὲ τοῦτο ᾔτησας. οὐ γὰρ ἐμὸν διανέμειν τὰ τοιαῦτα. ὥστε μὴ ἄχθου, εἰ ἀτυχήσειας αὐτῶν, ἀλλ’ αἴτει παρὰ τοῦ Διός, ὁπόταν εἰς ἐκεῖνον ἡ ἀρχὴ περιέλθῃ μετ' ὀλίγον. ἐγὼ δ’ ἐπὶ ῥητοῖς παραλαμβάνω τὴν δυναστείαν. ἑπτὰ μὲν ἡμερῶν ἡ πᾶσα βασιλεία, καὶ ἢν ἐκπρόθεσμος τούτων γένωμαι, ἰδιώτης εὐθύς εἰμι καί που τοῦ πολλοῦ δήμου εἷς. ἐν αὐταῖς δὲ ταῖς ἑπτὰ σπουδαῖον μὲν οὐδὲν οὐδὲ ἀγοραῖον διοικήσασθαί μοι συγκεχώρηται, πίνειν δὲ καὶ μεθύειν καὶ βοᾶν καὶ παίζειν καὶ κυβεύειν καὶ ἄρχοντας καθιστάναι καθιστάναι Halm: καθιστᾶν F: καθίστασθαι ΓΝ. καὶ τοὺς οἰκέτας εὐωχεῖν καὶ γυμνὸν ᾄδειν καὶ κροτεῖν ὑποτρέμοντα, ἐνίοτε δὲ καὶ ἐς ὕδωρ ψυχρὸν ἐπὶ κεφαλὴν ὠθεῖσθαι ἀσβόλῳ κεχρισμένον τὸ πρόσωπον, ταῦτα ἐφεῖταί μοι ποιεῖν. τὰ μεγάλα δὲ ἐκεῖνα, τὸν πλοῦτον καὶ τὸ χρυσίον, ὁ Ζεὺς διαδίδωσιν οἷς ἂν ἐθέλῃ. ΙΕΡΕΥΣ Ἀλλ' οὐδ’ ἐκεῖνος, ὦ Κρόνε, ῥᾳδίως καὶ προχείρως. ἐγὼ γ' οὖν ἤδη ἀπηγόρευκα αἰτῶν μεγάλῃ τῇ φωνῇ, ὁ δ’ οὐκ ἐπαΐει τὸ παράπαν, ἀλλὰ τὴν αἰγίδα ἐπισείων καὶ τὸν κεραυνὸν ἐπανατεινόμενος δριμὺ ἐνορῶν ἐκπλήττει τοὺς ἐνοχλοῦντας. ἢν δέ ποτε καὶ ἐπινεύσῃ τινὶ καὶ πλούσιον ποιῇ, πολὺ τὸ ἄκριτον ἐνταῦθα, καὶ τοὺς ἀγαθοὺς ἐνίοτε καὶ συνετοὺς ἀφεὶς ὁ δὲ παμπονήροις τε καὶ ἀνοήτοις ἀνδράσι περιχεῖ τὸν πλοῦτον, μαστιγίαις ἢ ἀνδρογύνοις τοῖς πλείστοις αὐτῶν. πλὴν τά γε σοὶ δυνατὰ ἐθέλω εἰδέναι τίνα ταῦτά ἐστιν. ΚΡΟΝΟΣ Οὐ μικρὰ ὅλως οὐδὲ παντάπασιν εὐκαταφρόνητα ὡς πρὸς τὴν δύναμιν ἐξετάζεσθαι τῆς συμπάσης ἀρχῆς—εἰ μή σοί γε μικρὸν δοκεῖ τὸ νικᾶν κυβεύοντα καὶ τοῖς ἄλλοις ἐς τὴν μονάδα κυλιομένου τοῦ κύβου σοὶ τὴν ἑξάδα ὑπεράνω ἀεὶ φαίνεσθαι. πολλοὶ γοῦν ἐς κόρον ἀπὸ τοῦ τοιούτου ἐπεσιτίσαντο, οἷς ἵλεως καὶ φορὸς ὁ κύβος ἐπινεύσει· οἱ δὲ ἔμπαλιν γυμνοὶ ἐξενήξαντο συντριβέντος αὐτοῖς τοῦ σκάφους περὶ οὕτω μικρῷ ἕρματι τῷ κύβῳ. καὶ μὴν καὶ πιεῖν ἐς τὸ ἥδιστον καὶ ᾠδικώτερον ἄλλου δόξαι ᾆσαι ᾆσαι one late MS.: ἅμα other MSS. ἐν τῷ συμποσίῳ καὶ διακονουμένων τοὺς μὲν ἄλλους ἐς τὸ ὕδωρ ἐμπεσεῖν—τοῦτο γὰρ τοὐπιτίμιον τῆς ἀδεξίου διακονίας—σὲ δὲ ἀνακηρυχθῆναι καλλίνικον καὶ τἆθλα φέρεσθαι τὸν ἀλλᾶντα—ὁρᾷς ἡλίκον τὸ ἀγαθόν; ἔτι καὶ βασιλέα μόνον ἐφ' ἁπάντων γενέσθαι τῷ ἀστραγάλῳ κρατήσαντα, ὡς μήτε ἐπιταχθείης γελοῖα ἐπιτάγματα καὶ αὐτὸς ἐπιτάττειν ἔχοις, τῷ μὲν αἰσχρόν τι περὶ αὑτοῦ ἀναβοῆσαι, τῷ δὲ γυμνὸν ὀρχήσασθαι καὶ ἀράμενον καὶ ἀράμενον N: παράμενον Γ. τὴν αὐλητρίδα τρὶς τὴν οἰκίαν περιελθεῖν—πῶς οὐχὶ καὶ ταῦτα δείγματα μεγαλοδωρίας τῆς ἐμῆς; εἰ δὲ τὸ μὴ ἀληθῆ μηδὲ βέβαιον γίγνεσθαι τὴν τοιαύτην βασιλείαν αἰτιάσει, ἄγνωμον ποιήσεις ὁρῶν αὐτὸν ἐμὲ τὸν ταῦτα διανέμοντα ὀλιγοχρόνιον τὴν ἀρχὴν ἔχοντα. τούτων δ’ οὖν ἅ μοι δυνατὰ δοῦναι, τῶν πεττῶν, τοῦ ἄρχειν, τοῦ ᾄδειν καὶ τῶν ἃ κατηριθμησάμην, θαρρῶν αἴτει, ὡς ἐμοῦ πρὸς οὐδὲν δεδιξομένου σε τῇ αἰγίδι καὶ τῷ κεραυνῷ. ΙΕΡΕΥΣ Ἀλλ', ὦ Τιτάνων ἄριστε, τῶν μὲν τοιούτων οὐ δέομαι, σὺ δὲ ἀλλ’ ἐκεῖνό μοι ἀπόκριναι, ὃ μάλιστα ἐπόθουν εἰδέναι, καί μοι ἢν εἴπῃς αὐτό, ἱκανὴν ἔσει τὴν ἀμοιβὴν ἀποδεδωκὼς ἀντὶ τῆς θυσίας, καὶ πρὸς τὸ λοιπὸν ἀφίημί σοι τὰ χρέα. ΚΡΟΝΟΣ Ἐρώτα μόνον. ἀποκρινοῦμαι γάρ, ἢν εἰδὼς τύχω. ΙΕΡΕΥΣ Τὸ μὲν πρῶτον ἐκεῖνο, εἰ ἀληθῆ ταῦτά ἐστιν ἃ περὶ σοῦ ἀκούομεν, ὡς κατήσθιες τὰ γεννώμενα ὑπὸ τῆς Ῥέας, ἐκείνη δὲ ὑφελομένη τὸν Δία λίθον ὑποβαλλομένη ἀντὶ τοῦ βρέφους ἔδωκέ σοι καταπιεῖν, ὁ δὲ εἰς ἡλικίαν ἀφικόμενος ἐξήλασέ σε τῆς ἀρχῆς πολέμῳ κρατήσας, εἶτα ἐς τὸν Τάρταρον φέρων ἐνέβαλε πεδήσας αὐτόν τε καὶ τὸ συμμαχικὸν ἅπαν, ὁπόσον μετὰ σοῦ παρετάττετο. ΚΡΟΝΟΣ Εἰ μὴ ἑορτήν, ὦ οὗτος, ἤγομεν καὶ μεθύειν ἐφεῖτο καὶ λοιδορεῖσθαι λοιδορεῖσθαι N: δωρεῖσθαι Γ. τοῖς δεσπόταις ἐπ' ἐξουσίας, ἔγνως ἂν ὡς ὀργίζεσθαι γοῦν ἐφεῖταί μοι, τοιαῦτα ἐρωτήσας, οὐκ αἰδεσθεὶς πολιὸν οὕτω καὶ πρεσβύτην θεόν. ΙΕΡΕΥΣ Κἀγὼ ταῦτα, ὦ Κρόνε, οὐ παρ' ἐμαυτοῦ φημι, ἀλλ’ Ἡσίοδος καὶ Ὅμηρος, ὀκνῶ γὰρ λέγειν ὅτι καὶ οἱ ἄλλοι ἅπαντες ἄνθρωποι σχεδὸν ταῦτα πεπιστεύκασι περὶ σοῦ.