ΙΕΡΕΥΣ Ὦ Κρόνε, σὺ γὰρ ἔοικας ἄρχειν τό γε νῦν εἶναι καὶ σοὶ τέθυται καὶ κεκαλλιέρηται παρ’ ἡμῶν, τί ἂν μάλιστα ἐπὶ τῶν ἱερῶν αἰτήσας λάβοιμι παρὰ σοῦ; ΚΡΟΝΟΣ Τοῦτο μὲν αὐτόν σε καλῶς ἔχει ἐσκέφθαι ὅ τι σοι εὐκτέον, εὐκτέον Γ: εὐκταῖον other MSS. εἰ μὴ καὶ μάντιν ἅμα ἐθέλεις εἶναι τὸν ἄρχοντα, εἰδέναι τί σοι ἥδιον αἰτεῖν. ἐγὼ δὲ τά γε δυνατὰ οὐκ ἀνανεύσω πρὸς τὴν εὐχήν. ΙΕΡΕΥΣ Ἀλλὰ πάλαι ἔσκεμμαι. ἐρῶ γὰρ τὰ κοινὰ ταυτὶ καὶ πρόχειρα—πλοῦτον καὶ χρυσὸν πολὺν καὶ ἀγρῶν ἀγρῶν Courier: ἀνδρῶν MSS. δεσπότην εἶναι καὶ ἀνδράποδα πολλὰ κεκτῆσθαι καὶ ἐσθῆτας εὐανθεῖς καὶ μαλακὰς καὶ ἄργυρον καὶ ἐλέφαντα καὶ τὰ ἄλλα ὁπόσα τίμια. τούτων οὖν, ὦ ἄριστε Κρόνε, δίδου μοι, ὥς τι καὶ αὐτὸν ἀπολαῦσαι τῆς σῆς ἀρχῆς μηδὲ ἄμοιρον εἶναι μόνον αὐτὸν διὰ παντὸς τοῦ βίου. ΚΡΟΝΟΣ Ὁρᾷς; οὐ κατ’ ἐμὲ τοῦτο ᾔτησας. οὐ γὰρ ἐμὸν διανέμειν τὰ τοιαῦτα. ὥστε μὴ ἄχθου, εἰ ἀτυχήσειας αὐτῶν, ἀλλ’ αἴτει παρὰ τοῦ Διός, ὁπόταν εἰς ἐκεῖνον ἡ ἀρχὴ περιέλθῃ μετ’ ὀλίγον. ἐγὼ δ’ ἐπὶ ῥητοῖς παραλαμβάνω τὴν δυναστείαν. ἑπτὰ μὲν ἡμερῶν ἡ πᾶσα βασιλεία, καὶ ἢν ἐκπρόθεσμος τούτων γένωμαι, ἰδιώτης εὐθύς εἰμι καί που τοῦ πολλοῦ δήμου εἷς. ἐν αὐταῖς δὲ ταῖς ἑπτὰ σπουδαῖον μὲν οὐδὲν οὐδὲ ἀγοραῖον διοικήσασθαί μοι συγκεχώρηται, πίνειν δὲ καὶ μεθύειν καὶ βοᾶν καὶ παίζειν καὶ κυβεύειν καὶ ἄρχοντας καθιστάναι καθιστάναι Halm: καθιστᾶν F: καθίστασθαι ΓΝ. καὶ τοὺς οἰκέτας εὐωχεῖν καὶ γυμνὸν ᾄδειν καὶ κροτεῖν ὑποτρέμοντα, ἐνίοτε δὲ καὶ ἐς ὕδωρ ψυχρὸν ἐπὶ κεφαλὴν ὠθεῖσθαι ἀσβόλῳ κεχρισμένον τὸ πρόσωπον, ταῦτα ἐφεῖταί μοι ποιεῖν. τὰ μεγάλα δὲ ἐκεῖνα, τὸν πλοῦτον καὶ τὸ χρυσίον, ὁ Ζεὺς διαδίδωσιν οἷς ἂν ἐθέλῃ. ΙΕΡΕΥΣ Ἀλλ’ οὐδ’ ἐκεῖνος, ὦ Κρόνε, ῥᾳδίως καὶ προχείρως. ἐγὼ γ’ οὖν ἤδη ἀπηγόρευκα αἰτῶν μεγάλῃ τῇ φωνῇ, ὁ δ’ οὐκ ἐπαΐει τὸ παράπαν, ἀλλὰ τὴν αἰγίδα ἐπισείων καὶ τὸν κεραυνὸν ἐπανατεινόμενος δριμὺ ἐνορῶν ἐκπλήττει τοὺς ἐνοχλοῦντας. ἢν δέ ποτε καὶ ἐπινεύσῃ τινὶ καὶ πλούσιον ποιῇ, πολὺ τὸ ἄκριτον ἐνταῦθα, καὶ τοὺς ἀγαθοὺς ἐνίοτε καὶ συνετοὺς ἀφεὶς ὁ δὲ παμπονήροις τε καὶ ἀνοήτοις ἀνδράσι περιχεῖ τὸν πλοῦτον, μαστιγίαις ἢ ἀνδρογύνοις τοῖς πλείστοις αὐτῶν. πλὴν τά γε σοὶ δυνατὰ ἐθέλω εἰδέναι τίνα ταῦτά ἐστιν.