Ἱερεύς ἐγὼ δέ, ὦ Κρόνε, καὶ τοῦτο εἴκαζον τὸ εἰς τοὺς δούλους καὶ πεδότριβας φιλάνθρωπον ἐκ τοῦ μύθου ἐκείνου ποιεῖν σε τιμῶντα τοὺς τὰ ὅμοια πάσχοντας, ἅτε καὶ αὐτὸν δουλεύοντα, μεμνημένον τῆς πέδης. Κρόνος οὐ παύσῃ γὰρ τοιαῦτα ληρῶν; Ἱερεύς εὖ λέγεις, καὶ παύσομαι· πλὴν ἔτι μοι καὶ τοῦτο ἀπόκριναι. τὸ πεττεύειν σύνηθες ἦν καὶ ἐπὶ σοῦ τοῖς ἀνθρώποις; Κρόνος καὶ μάλα, οὐ μὴν περὶ ταλάντων γε καὶ μυριάδων ὥσπερ ὑμῖν, ἀλλὰ περὶ καρύων τὸ μέγιστον, ὡς μὴ ἀνιᾶσθαι ἡττηθέντα μηδὲ δακρύειν ἀεὶ ἄσιτον ὄντα μόνον τῶν ἄλλων. Ἱερεύς εὖ γε ἐκεῖνοι ποιοῦντες. ὑπὲρ τίνος γὰρ ἂν καὶ ἐπέττευον αὐτοὶ ὁλόχρυσοι ὄντες; ὡς ἔγωγε καὶ μεταξὺ λέγοντός σου τοιόνδε τι ἐνενόησα· εἴ τις ἕνα τῶν ἀνδρῶν ἐκείνων τῶν χρυσηλάτων ἐς τὸν ἡμέτερον τοῦτον βίον ἀγαγὼν ἔδειξε τοῖς πολλοῖς, οἷα ἔπαθεν ἂν ὁ ἄθλιος ὐπʼ αὐτῶν; διεσπάσαντο γὰρ ἂν αὐτὸν εὖ οἶδʼ ὅτι ἐπιδραμόντες ὥσπερ τὸν Πενθέα αἱ Μαινάδες ἢ αἱ Θρᾷτται τὸν Ὀρφέα ἢ τὸν Ἀκταίωνα αϊ κύνες, περὶ τοῦ μεῖζον ἀπενέγκασθαι τὸ μέρος πρὸς ἀλλήλους ἕκαστος ἁμιλλώμενοι, οἵ γε οὐδὲ ἑορτάζοντες ἔξω τοῦ φιλοκερδοῦς εἰσιν, ἀλλἀ πρόσοδον οἱ πολλοὶ πεποίηνται τὴν ἑορτήν. εἷτα οἱ μὲν ἀπέρχονται λῃστεύοντες ἐν τῷ συμποσίῳ τοὺς φίλους, οἱ δέ σοί τε λοιδοροῦνται, οὐδὲν δέον, καὶ τοὺς κύβους συντρίβουσιν ἀναιτίους ὄντας αὐτοῖς ὧν ἑκόντες ποιοῦσιν. ἀτὰρ εἰπέ μοι καὶ τόδε, τί δή ποτε ἁβρὸς οὕτω θεὸς ὢν καὶ γέρων ἐπιλεξάμενος τὸ ἀτερπέστατον, ὁπότε ἡ χιὼν ἐπέχει τὰ πάντα καὶ ὁ βορρᾶς πολὺς καὶ οὐδὲν ὅ τι οὐ πέπηγεν ὑπὸ τοῦ κρύους καὶ τὰ δένδρα ξηρὰ καὶ γυμνὰ καὶ ἄφυλλα καὶ οἱ λειμῶνες ἄμορφοι καὶ ἀπηνθηκότες καὶ οἱ ἄνθρωποι ἐπικεκυφότες ὥσπερ οἱ πάνυ γεγηρακότες, ἀμφὶ τὴν κάμινον οἱ πολλοί, τηνικαῦτα ἑορτάζεις; οὐ γὰρ πρεσβυτικός γε ὁ καιρὸς οὐδὲ ἐπιτήδειος τοῖς τρυφῶσι. Κρόνος πολλά με ἀνακρίνεις, ὦ οὗτος, ἤδη πίνειν δέον· παρῄρησαι γοῦν μου χρόνον τῆς ἑορτῆς οὐκ ὀλίγον οὐ πάνυ ἀναγκαῖά μοι ταῦτα προσφιλοσοφῶν. ὥστε νῦν μὲν ἄφες αὐτά, εὐωχώμεθα δὲ ἤδη καὶ κροτῶμεν καὶ ἐπὶ τῇ ἑορτῇ ἐλευθεριάζωμεν, εἶτα πεττεύωμεν ἐς τὸ ἀρχαῖον ἐπὶ καρύων καὶ βασιλέας χειροτονῶμεν καὶ πειθαρχῶμεν αὐτοῖς· οὕτω γὰρ ἂν τὴν παροιμίαν ἐπαληθεύσαιμι, ἥ φησι, παλίμπαιδας τοὺς γέροντας γίγνεσθαι. Ἱερεύς ἀλλὰ μὴ δύναιτο διψῶν πιεῖν, ὦ Κρόνε, ὅτῳ μὴ ταῦτα ἃ λέγεις ἡδέα. ὥστε πίνωμεν· ἱκανὰ γὰρ ἀποκέκρισαι καὶ τὰ πρῶτα. καί μοι δοκῶ γραψάμενος εἰς βιβλίον ταύτην ἡμῶν τὴν συνουσίαν ἅ τε αὐτὸς ἠρώτησα καὶ σὺ πρὸς ταῦτα ἵλεως ἀπεκρίνω παρέξειν ἀναγνῶναι τῶν φίλων, ὅσοι γʼ ἐπακοῦσαι τῶν σῶν λόγων αξιοι. Κρονοσόλων τάδε λέγει Κρονοσόλων ἱερεὺς καὶ προφήτης τοῦ Κρόνου καὶ νομοθέτης τῶν ἀμφὶ τὴν ἑορτήν· ἃ μὲν τοὺς πένητας χρὴ ποιεῖν, αὐτοῖς ἐκείνοις ἔπεμψα ἄλλο βιβλίον, ἐγγράψας, καὶ εὖ οἶδʼ ὅτι ἐμμενοῦσι κἀκεῖνοι τοῖς νόμοις, ἢ αὐτίκα ἔνοχοι ἔσονται τοῖς ἐπιτιμίοις, ἃ κατὰ τῶν ἀπειθούντων μεγάλα ὥρισται. ὑμεῖς δέ, ὦ πλούσιοι, ὁρᾶτε ὅπως μὴ παρανομήσητε μηδὲ παρακούσητε τῶνδε τῶν προσταγμάτων· ὡς ὅστις ἂν οὕτω μὴ ποιήσῃ, ἴστω οὗτος οὐκ ἐμοῦ νομοθέτου ἀμελήσων, ἀλλʼ εἰς τὸν Κρόνον αὐτόν, ὅς με προείλετο νομοθετῆσαι ἐς τὴν ἑορτὴν οὐκ ὄναρ ἐπιστάς, ἀλλὰ πρῴην ἐγρηγορότι ἐναργὴς συγγενόμενος. ἦν δὲ οὐ πεδήτης οὐδὲ αὐχμοῦ πλέως, οἷον αὐτὸν οἱ ζωγράφοι παρὰ τῶν λήρων τῶν ποιητῶν παραδεξάμενοι ἐπιδείκνυνται, ἀλλὰ τὴν μὲν ἅρτην εἶχε πάνυ τεθηγμένην· τὰ δʼ ἄλλα φαιδρός τε ἦν καὶ καρτερὸς καὶ βασιλικῶς ἐνεσκεύαστο. μορφὴν μὲν τοιόσδε ὤφθη μοι, ἃ δὲ εἶπε, πάνυ θεσπέσια καὶ ταῦτα, προειρῆσθαι ὑμῖν ἄξια. ἰδὼν γάρ με σκυθρωπόν, ἐπὶ συννοίας βαδίζοντα, ὥσπερ εἰκὸς ἦν θεόν, ἔγνω αὐτίκα τὴν αἰτίαν τῆς λύπης τίς ἐστί μοι, καὶ ὡς τὴν πενίαν δυσχεραίνοιμι οὐ κατὰ τὴν ὥραν μονοχίτων· καὶ γὰρ κρύος καὶ βορρᾶς πολὺς καὶ κρύσταλλοι καὶ χιών· ἐγὼ δὲ ἥκιστα ἐπεφράγμην πρὸς αὐτά. ἀλλʼ ὅτι καὶ τῆς ἑορτῆς πάνυ πλησιαζούσης ἑώρων τοὺς μὲν ἄλλους παρασκευαζομένους ὅπως θύσωσι καὶ εὐωχήσωνται, ἐμαυτῷ 20%2 δὲ οὐ πάνυ ἑορτάσιμα ὄντα. καὶ δὴ προσελθὼν ὄπισθεν καὶ τοῦ ὠτός μου λαβόμενος καὶ διασείσας, ὥσπερ μοι προσπελάζειν εἴωθε, Τί ταῦτα, ἔφη, ὦ Κρονοσόλων, ἀνιωμένῳ ἔοικας; οὐ γὰρ ἄξιον, ἔφην, ὦ δέσποτα, ὅταν καταράτους μὲν καὶ μιαροὺς ἀνθρώπους ὑπερπλουτοῦντας καὶ μόνους τρυφῶντας ὁρῶ, αὐτὸς δὲ καὶ ἄλλοι συχνοὶ τῶν πεπαιδευμένων ἀπορίᾳ καὶ ἀμηχανίᾳ σύνεσμεν; ἀλλʼ οὐδὲ σύ, ὦ δέσποτα, θέλεις παῦσαι ταῦτα καὶ μετακοσμῆσαι πρὸς τὸ ἰσόμοιρον. τὰ μὲν ἄλλα, ἔφη, οὐ ῥάδιον ἀλλάττειν ὁπόσα ἐκ Κλωθοῦς καὶ τῶν ἄλλων Μοιρῶν πάσχετε, ἃ δέ ἐστι τῆς ἑορτῆς, ἐπανορθώσομαι ὑμῖν τὴν πενίαν, ἡ δὲ ἐπανόρθωσις ἥδε ἔστω· ἴθι, ὦ Κρονοσόλων, καὶ γράψον μοι νόμους τινάς, ἃ χρὴ πράττειν ἐν τῇ ἑορτῇ, ὡς μὴ καθʼ αὑτοὺς οἱ πλούσιοι ἑορτάζοιεν, κοινωνοῖεν δὲ ὑμῖν τῶν ἀγαθῶν. ἀλλʼ οὐκ οἶδα, ἔφην.