<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="26"><p rend="merge">τὸ δὲ ὅλον, ἴστε οἱ πέ νητες ὑμεῖς ἐξηπατημένοι καὶ οὐκ ὀρθῶς δοξάζοντες περὶ τῶν πλουσίων, οἵ γε πανευδαίμονας αὐτοὺς οἴεσθε εἶναι καὶ μόνους ἡδύν τινα βιοῦν τὸν βίον, ὅτι δειπνεῖν τε πολυτελῶς ἔστιν αὐτοῖς καὶ μεθύσκεσθαι οἴνου ἡδέος καὶ παισὶν ὡραίοις καὶ γυναιξὶν ὁμιλεῖν καὶ ἐσθῆσι μαλακαῖς χρῆσθαι· τὸ δὲ πάνυ ἀγνοεῖτε ὁποῖον ἐστιν. αἵ τε γὰρ <pb n="p.316"/> φροντίδες αἱ περὶ τούτων οὐ μικραί, ἀλλʼ ἀνάγκη ἐπαγρυπνεῖν ἑκάστοις, μή τι ὁ οἰκονόμος βλακεύσας ἢ ὑφελόμενος λάθῃ, μὴ ὁ οἶνος ὀξυνθῇ, μὴ ὁ σῖτος φθειρὶ ζέσῃ, ἢ ὁ λῃστὴς ὑφέληται τὰ ἐκπώματα, μὴ πιστεύσῃ τοῖς συκοφάνταις ὁ δῆμος λέγουσι τυραννεῖν αὐτὸν ἐθέλειν ταῦτα δὲ πάντα οὐδὲ τὸ πολλοστὸν ἄν εἴη μέρος τῶν ἀνιώντων αὐτούς· εἰ γοῦν ἠπίστασθε τοὺς φόβους καὶ τὰς μερίμνας ἃς ἔχουσι, πάνυ ἂν ὑμῖν φευκτέον ὁ πλοῦτος ἔδοξεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="27"><p rend="merge">ἐπεί τοι οἴει με αὐτὸν οὕτως ἄν ποτε κορυβαντιᾶσαι, ὡς εἰ καλὸν ἦν τὸ πλουτεῖν καὶ βασιλεύειν, ἀφέντα ἂν αὐτὰ καὶ παραχωρήσαντα ἄλλοις καθῆσθαι <milestone unit="Reitz_page" n="409"/> ἰδιωτεύοντα καὶ ἀνέχεσθαι ὑπʼ ἄλλῳ ταττόμενον; ἀλλὰ τὰ πολλὰ ταῦτα εἰδώς, ἃ τοῖς πλουσίοις καὶ ἄρχουσι προσεῖναι ἀνάγκη, ἀφῆκα τὴν ἀρχὴν εὖ ποιῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="28"><p rend="merge">καὶ γὰρ ἅ νῦν ἐποτνιῶ πρός με, ὡς τοὺς μὲν ὑῶν καὶ πλακούντων ἐμφορουμένους, ὑμᾶς δὲ κάρδαμον ἢ θύμον ἢ κρόμμυον ἐπιτρώγοντας ἐν τῇ ἑορτῇ, σκέψαι ὁποῖά ἐστι· πρὸς μὲν γὰρ τὸ παρὸν ἡδὺ καὶ οὐχ ἀνιαρὸν ἴσως ἑκάτερον αὐτῶν, πρὸς δὲ τὰ μετὰ ταῦτα ἔμπαλιν ἀναστρέφεται τὸ πρᾶγμα. εἶτα ὑμεῖς μὲν οὔτε καρηβαροῦντες ἀνασταίητʼ ἂν ἐς τὴν ὑστεραίαν ὥσπερ ἐκεῖνοι ὑπὸ τῆς μέθης οὔτε ὑπὸ τῆς ἄγαν πλησμονῆς δυσῶδές τι καὶ καπνωδέστερον ἐρυγγάνοντες· οἱ δὲ τούτων τε ἀπολαύουσι καὶ τὸ πολὺ τῆς νυκτὸς ἢ παισὶν ἢ γυναιξὶν ἢ ὅπως ἂν ὁ τράγος κελεύῃ συναναφυρέντες ἢ φθόην ἢ περιπνευμονίαν ἢ ὕδερον οὐ χαλεπῶς συνελέξαντο ἐκ τῆς πολλῆς τρυφῆς. ἢ τίνα ἂν αὐτῶν ῥᾳδίως δεῖξαι δύναιο μὴ πάντως ὠχρὸν ὄντα πολὺ τὸ νεκρῶδες ἐμφαίνοντα; τίνα δὲ ἐς γῆρας ἀφικόμενον τοῖς αὐτοῦ ποσίν, ἀλλὰ μὴ φοράδην ἐπὶ τεττάρων ὀχούμενον, ὁλόχρυσον μὲν τὰ ἔξω, κατάρραφον δὲ τὰ ἔνδον, ὥσπερ αἱ τραγικαὶ ἐσθῆτες ἐκ ῥαχῶν πάνυ εὐτελῶν συγκεκαττυμέναι; ὑμεῖς δὲ ἰχθύων <pb n="p.317"/> μὲν ἄγευστοι καὶ ἄσιτοι, ποδάγρας δὲ ἢ περιπνευμονίας οὐχ ὁρᾶθʼ ὅτι καὶ τούτων ἄπειροί ἐστε, ἢ εἴ τι κατʼ ἄλληνσς <milestone unit="Reitz_page" n="410"/> τινὰ αἰτίαν συμβαίνει; καίτοι οὐδʼ αὐτοῖς ἐκείνοις ἡδύ ἐστιν αὐτὸ καθʼ ἡμέραν καὶ πέρα τοῦ κόρου ἐσθίειν τούτων, ἀλλὰ ἴδοις ἂν αὐτοὺς οὕτω λαχάνων καὶ θύμου ὀρεγομένους ἐνίοτε, ὥσπερ οὐδὲ σὺ τῶν λαγωῶν καὶ ὑῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="29"><p rend="merge">ἐῶ λέγειν ὅσα ἄλλα λυπεῖ αὐτούς, υἱὸς ἀκόλαστος ἢ γυνὴ τοῦ οἰκέτου ἐρῶσα ἢ ἐρώμενος πρὸς ἀνάγκην μᾶλλον ἢ πρὸς ἡδονὴν συνών· καὶ ὅλως πολλά ἐστιν ἅπερ ὑμεῖς ἀγνοοῦντες τὸν χρυσὸν ὁρᾶτε αὐτῶν μόνον καὶ τὴν πορφύραν, καὶ ἢν ἴδητέ ποτε ἐξελαύνοντας ἐπὶ λευκοῦ ζεύγους, κεχήνατε καὶ προσκυνεῖτε. εἰ δὲ ὑπερεωρᾶτε αὐτῶν καὶ κατεφρονεῖτε καὶ μήτε ἐπεστρέφεσθε πρὸς τὴν ἀργυρᾶν ἁρμάμαξαν μήτε μεταξὺ διαλεγομένων εἰς τὸν ἐν τῷ δακτυλίῳ σμάραγδον ἀφεωρᾶτε καὶ τῶν ἱματίων παραπτόμενοι τὸ μαλακὸν ἐθαυμάζετε, ἀλλʼ εἰᾶτε καθʼ ἑαυτοὺς πλουτεῖν, εὖ ἴστε, αὐτοὶ ἐφʼ ὑμᾶς ἰόντες ἐδέοντο συνδειπνεῖν, ὡς ἐπιδείξαιντο ὑμῖν τὰς κλίνας καὶ τὰς τραπέζας καὶ τὰ ἐκπώματα, ὧν οὐδὲν ὄφελος, εἰ ἀμάρτυρος ἡ κτῆσις εἴη. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="30"><p rend="merge">τά γέ τοι πλεῖστα εὕροιτε ἂν αὐτοὺς ὑμῶν ἕνεκα κτωμένους, οὐχ ὅπως αὐτοὶ χρήσωνται, ἀλλʼ ὅπως ὑμεῖς θαυμάζοιτε. ταῦτα ὑμᾶς παραμυθοῦμαι εἰδὼς τὸν βίον ἑκάτερον, καὶ ἄξιον ἑορτάζειν ἐνθυμουμένους ὅτι μετʼ ὀλίγον ἅπαντας δεήσει ἀπιέναι ἐκ τοῦ βίου κἀκείνους τὸν πλοῦτον καὶ ὑμᾶς τὴν πενίαν ἀφέντας. πλὴν ἐπιστελῶ γε αὐτοῖς ὥς2περ <milestone unit="Reitz_page" n="411"/> ὑπεσχόμην, καὶ οἶδʼ ὅτι οὐκ ὀλιγωρήσουσι τῶν ἐμῶν γραμμάτων.  </p></div></div></body></text></TEI>