<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="25"><head rend="align(center)">Ἐπιστολαὶ Κρονικαί <lb/>2.</head><p rend="align(indent)">Κρόνος ἐμοὶ τῷ τιμιωτάτῳ χαίρειν. τί ταῦτα ληρεῖς, ὦ οὗτος, ἐμοὶ περὶ τῶν παρόντων ἐπιστέλλων καὶ ἀναδασμὸν τῶν ἀγαθῶν ποιεῖν κελεύων; τὸ δὲ ἑτέρου ἂν εἴη, τοῦ νῦν ἄρχοντος. θαυμάζω γὰρ εἰ μόνος τῶν ἁπάντων ἀγνώσσεις ὡς ἐγὼ μὲν πάλαι βασιλεὺς ὢν πέπαυμαι, τοῖς παισὶ διανείμας τὴν ἀρχήν, ὁ δὲ Ζεὺς μάλιστα τῶν τοιούτων ἐπιμελεῖται· τὰ δὲ ἡμέτερα ταῦτα μέχρι πεττῶν καὶ κρότου καὶ ᾠδῆς καὶ μέθης, καὶ τοῦτο οὐ πλέον ἡμερῶν ἑπτά. ὥστε περὶ τῶν μειζόνων ἃ φής, ἀφελεῖν τὸ ἄνισον καὶ ἐκ τῆς ὁμοίας ἢ πένεσθαι ἢ πλουτεῖν ἅπαντας, ὁ Ζεὺς ἂν χρηματίσειεν ὑμῖν. εἰ δέ τι τῶν ἐκ τῆς ἑορτῆς ἀδικοῖτό τις ἢ πλεονεκτοῖτο, ἐμὸν ἂν εἴη δικάζειν· καὶ ἐπιστέλλω δὲ τοῖς πλουσίοις περὶ τῶν <milestone unit="Reitz_page" n="408"/> δείπνων καὶ τοῦ χοίνικος τοῦ χρυσίου καὶ τῶν ἐσθήτων, ὡς καὶ ὑμῖν πέμποιεν ἐς τὴν ἑορτήν· δίκαια γάρ ταῦτα καὶ ἄξια αὐτοὺς ποιεῖν, ὡς φατέ, εἰ μή τι εὔλογον ἐκεῖνοι πρὸς ταῦτα λέγειν ἔχωσι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="26"><p rend="merge">τὸ δὲ ὅλον, ἴστε οἱ πέ νητες ὑμεῖς ἐξηπατημένοι καὶ οὐκ ὀρθῶς δοξάζοντες περὶ τῶν πλουσίων, οἵ γε πανευδαίμονας αὐτοὺς οἴεσθε εἶναι καὶ μόνους ἡδύν τινα βιοῦν τὸν βίον, ὅτι δειπνεῖν τε πολυτελῶς ἔστιν αὐτοῖς καὶ μεθύσκεσθαι οἴνου ἡδέος καὶ παισὶν ὡραίοις καὶ γυναιξὶν ὁμιλεῖν καὶ ἐσθῆσι μαλακαῖς χρῆσθαι· τὸ δὲ πάνυ ἀγνοεῖτε ὁποῖον ἐστιν. αἵ τε γὰρ <pb n="p.316"/> φροντίδες αἱ περὶ τούτων οὐ μικραί, ἀλλʼ ἀνάγκη ἐπαγρυπνεῖν ἑκάστοις, μή τι ὁ οἰκονόμος βλακεύσας ἢ ὑφελόμενος λάθῃ, μὴ ὁ οἶνος ὀξυνθῇ, μὴ ὁ σῖτος φθειρὶ ζέσῃ, ἢ ὁ λῃστὴς ὑφέληται τὰ ἐκπώματα, μὴ πιστεύσῃ τοῖς συκοφάνταις ὁ δῆμος λέγουσι τυραννεῖν αὐτὸν ἐθέλειν ταῦτα δὲ πάντα οὐδὲ τὸ πολλοστὸν ἄν εἴη μέρος τῶν ἀνιώντων αὐτούς· εἰ γοῦν ἠπίστασθε τοὺς φόβους καὶ τὰς μερίμνας ἃς ἔχουσι, πάνυ ἂν ὑμῖν φευκτέον ὁ πλοῦτος ἔδοξεν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="27"><p rend="merge">ἐπεί τοι οἴει με αὐτὸν οὕτως ἄν ποτε κορυβαντιᾶσαι, ὡς εἰ καλὸν ἦν τὸ πλουτεῖν καὶ βασιλεύειν, ἀφέντα ἂν αὐτὰ καὶ παραχωρήσαντα ἄλλοις καθῆσθαι <milestone unit="Reitz_page" n="409"/> ἰδιωτεύοντα καὶ ἀνέχεσθαι ὑπʼ ἄλλῳ ταττόμενον; ἀλλὰ τὰ πολλὰ ταῦτα εἰδώς, ἃ τοῖς πλουσίοις καὶ ἄρχουσι προσεῖναι ἀνάγκη, ἀφῆκα τὴν ἀρχὴν εὖ ποιῶν. </p></div></div></body></text></TEI>