<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="20"><p rend="merge">καίτοι ἀκούω τῶν ποιητῶν λεγόντων ὡς τὸ παλαιὸν οὐ τοιαῦτα ἦν τοῖς ἀνθρώποις τὰ πράγματα σοῦ ἔτι μοναρχοῦντος, ἀλλʼ ἡ μὲν γῆ ἄσπορος καὶ ἀνήροτος ἔφυεν αὐτοῖς τὰ ἀγαθά, δεῖπνον ἕτοιμον ἑκάστῳ ἐς κόρον, ποταμοὶ δὲ οἱ μὲν οἶνον, οἱ δὲ γάλα, εἰσὶ δὲ οἳ καὶ μέλι ἔρρεον· <milestone unit="Reitz_page" n="403"/> τὸ δὲ μέγιστον, αὐτοὺς ἐκείνους φασὶ τοὺς ἀνθρώπους χρυσοῦς εἶναι, πενίαν δὲ μηδὲ τὸ παράπαν αὐτοῖς πλησιάζειν. ἡμεῖς δὲ αὐτοὶ μὲν οὐδὲ μόλυβδος ἄν εἰκότως δοκοίημεν, ἀλλʼ εἴ τι καὶ τούτου ἀτιμότερον, ἡ τροφὴ δὲ μετὰ πόνων τοῖς πλείστοις, ἡ πενία δὲ καὶ ἀπορία καὶ ἀμηχανία καὶ τὸ οἴμοι καὶ τὸ πόθεν ἄν μοι γένοιτο καὶ ὢ τῆς τύχης πολλὰ τοιαῦτα παρὰ γοῦν ἡμῖν τοῖς πένησι. καὶ ἧττον ἄν, εὖ ἴσθι, ἠνιώμεθα ἂν ἐπʼ αὐτοῖς, <pb n="p.313"/> εἰ μὴ τοὺς πλουσίους ἑωρῶμεν τοσαύτῃ εὐδαιμονίᾳ συνόντας, οἳ τοσοῦτον μὲν χρυσόν, τοσοῦτον δὲ ἄργυρον ἐγκλεισάμενοι, ἐσθῆτας δὲ ὅσας ἔχοντες, ἀνδράποδα δὲ καὶ ζεύγη καὶ συνοικίας καὶ ἀγρούς, πάμπολλα δὲ ταῦτα ἕκαστα κεκτημένοι οὐχ ὅπως μετέδοσαν ἡμῖν ποτε αὐτῶν, ἀλλʼ οὐδὲ προσβλέπειν τοὺς πολλοὺς ἀξιοῦσι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="21"><p rend="merge">ταῦτα ἡμᾶς μάλιστα ἀποπνίγει, ὦ Κρόνε, καὶ ἀφόρητον ἡγούμεθα τὸ πρᾶγμα, τὸν μὲν ἐφʼ ἁλουργίδων κατακείμενον τοσούτοις ἀγαθοῖς ἐντρυφᾶν ἐρυγγάνοντα καὶ ὑπὸ τῶν <milestone unit="Reitz_page" n="404"/> συνόντων εὐδαιμονιζόμενον ἀεὶ ἑορτάζοντα, ἐμὲ δὲ καὶ τοὺς ὁμοίους ὀνειροπολεῖν, εἴ ποθεν ὀβολοὶ τέτταρες γένοιντο, ὡς ἔχοιμεν ἄρτων γοῦν ἢ ἀλφίτων ἐμπεπλησμένοι καθεύδειν κάρδαμον ἢ θύμον ἢ κρόμμυον ἐπιτρώγοντες. ἢ τοίνυν ταῦτα, ὦ Κρόνε, ἀλλάττειν καὶ μεταποιεῖν ἐς τὸ ἰσοδίαιτον, ἢ τὸ ὕστατον, αὐτούς γε ἐκείνους κελεύειν τοὺς πλουσίους μὴ μόνους ἀπολαύειν τῶν ἀγαθῶν, ἀλλὰ ἀπὸ μεδίμνων τοσούτων χρυσίου χοίνικά γε ἡμῶν πάντων κατασκεδάσαι, ἀπὸ δὲ ἱματίων ὅσα κἂν ὑπὸ σητῶν διαβρωθέντα οὐκ ἂν αὐτοὺς ἀνιάσειε· ταῦτα γοῦν πάντως ἀπολλύμενα καὶ ὑπὸ τοῦ χρόνου διαφθαρησόμενα ἡμῖν δοῦναι περιβαλέσθαι μᾶλλον ἢ ἐν ταῖς κοίταις καὶ κίσταις εὐρῶτι πολλῷ κατασαπῆναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="22"><p rend="merge">καὶ μὴν καὶ δειπνίζειν ἕκαστον ἄρτι μὲν τέτταρας, ἄρτι δὲ πέντε τῶν πενήτων παραλαμβάνοντας, μὴ μέντοι ἐς τὸν νῦν τρόπον τῶν δείπνων, ἀλλʼ ἐς τὸ δημοτικώτερον, ὡς ἐπʼ ἴσης μετέχειν ἅπαντας καὶ μὴ τὸν μὲν ἐμφορεῖσθαι τῶν ὄψων καὶ τὸν οἰκέτην περιμένειν ἑστῶτα, ἔστʼ ἂν ἀπαγορεύσῃ ἐσθίων, ἐφʼ ἡμᾶς δὲ ἐλθόντα, ἔτι παρασκευαζομένων ὡς ἐπιβάλοιμεν τὴν χεῖρα, παραμείβεσθαι <milestone unit="Reitz_page" n="405"/> δείξαντα μόνον τὴν λοπάδα ἢ ὅσον ἐστὶ τοῦ πλακοῦντος τὸ λοιπόν· μηδὲ ἐσκομισθέντος ὑὸς διανέμοντα τῷ κὲν δεσπότῃ παρατιθέναι τὸ ἡμίτομον ὅλον σὺν τῇ κεφαλῇ, <pb n="p.314"/> τοῖς δὲ ἄλλοις ὀστᾶ φέρειν ἐγκεκαλυμμένα. προειπεῖν δὲ καὶ τοῖς οἰνοχόοις μὴ περιμένειν, ἔστʼ ἂν ἑπτάκις αἰτήσῃ πιεῖν ἡμῶν ἕκαστος, ἀλλὰ ἢν ἅπαξ κελεύσῃ, αὐτίκα ἐγχέαι καὶ ἀναδοῦναι μεγάλην κύλικα ἐμπλησαμένους ὥσπερ τῷ δεσπότῃ· καὶ τὸν οἶνον δὲ αὐτὸν πᾶσι τοῖς συμπόταις ἕνα καὶ τὸν αὐτὸν εἶναι. ἢ ποῦ γὰρ γεγράφθαι τοῦτον τὸν νόμον, τὸν μὲν ἀνθοσμίου μεθύσκεσθαι, ἐμοὶ δὲ ὑπὸ τοῦ γλεύκους διαρρήγνυσθαι τὴν γαστέρα; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="23"><p rend="merge">ἢν ταῦτα ἐπανορθώσῃς καὶ μετακοσμήσῃς, ὦ Κρόνε, βίον μὲν τὸν βίον, ἑορτὴν δὲ τὴν ἑορτὴν ἔσῃ πεποιηκώς, εἰ δὲ μή, ἐκεῖνοι μὲν ἑορταζόντων, ἡμεῖς δὲ καθεδούμεθα εὐχόμενοι, ἐπειδὰν λουσάμενοι ἥκωσι, τὸν παῖδα μὲν αὐτοῖς ἀνατρέψαντα τὸν ἀμφορέα κατᾶξαι, τὸν μάγειρον δὲ τὸν ζωμὸν κνισῶσαι καὶ ἐπιλαθόμενον τὸ τάριχος μὲν ἐς τὴν φακῆν ἐμβαλεῖν <del>τῶν ἰχθύων</del>· τὴν κυνα <milestone unit="Reitz_page" n="406"/> δὲ παρεισπεσοῦσαν τόν τε ἀλλᾶντα ὅλον καταφαγεῖν, περὶ τἆλλα τῶν ὀψοποιῶν ἐχόντων, καὶ τοῦ πλακοῦντος τὸ ἥμισυ· τὸν δὲ ὗν καὶ τὸν ἔλαφον καὶ τὰ δελφάκια μεταξὺ ὀπτώμενα τὸ ὅμοιον ποιεῖν, ὅπερ Ὅμηρος περὶ τῶν Ἡλίου βοῶν φησι· μᾶλλον δὲ μὴ ἕρπειν μόνον, ἀλλʼ ἀναπηδήσαντα φεύγειν εἰς τὸ ὄρος αὐτοῖς ὀβελοῖς· καὶ τὰς ὄρνεις δὲ τὰς παχείας, καίτοι ἀπτέρους ἤδη οὔσας καὶ ἐσκευασμένας, ἀναπταμένας οἴχεσθαι καὶ ταύτας, ὡς μὴ μόνοι ἀπολαύοιεν αὐτῶν. </p></div></div></body></text></TEI>