<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="10"><head rend="align(center)">Κρονοσόλων</head><p rend="align(indent)">τάδε λέγει Κρονοσόλων ἱερεὺς καὶ προφήτης τοῦ Κρόνου καὶ νομοθέτης τῶν ἀμφὶ τὴν ἑορτήν· ἃ μὲν τοὺς πένητας χρὴ ποιεῖν, αὐτοῖς ἐκείνοις ἔπεμψα ἄλλο βιβλίον, ἐγγράψας, καὶ εὖ οἶδʼ ὅτι ἐμμενοῦσι κἀκεῖνοι τοῖς νόμοις, ἢ αὐτίκα ἔνοχοι ἔσονται τοῖς ἐπιτιμίοις, ἃ κατὰ τῶν ἀπειθούντων μεγάλα ὥρισται. ὑμεῖς δέ, ὦ πλούσιοι, ὁρᾶτε ὅπως μὴ παρανομήσητε μηδὲ παρακούσητε τῶνδε τῶν προσταγμάτων· ὡς ὅστις ἂν οὕτω μὴ ποιήσῃ, ἴστω οὗτος οὐκ ἐμοῦ νομοθέτου ἀμελήσων, ἀλλʼ εἰς τὸν Κρόνον αὐτόν, ὅς με προείλετο νομοθετῆσαι ἐς τὴν ἑορτὴν οὐκ ὄναρ ἐπιστάς, ἀλλὰ πρῴην ἐγρηγορότι ἐναργὴς συγγενόμενος. ἦν δὲ οὐ πεδήτης οὐδὲ αὐχμοῦ πλέως, οἷον αὐτὸν οἱ ζωγράφοι παρὰ τῶν λήρων τῶν ποιητῶν παραδεξάμενοι ἐπιδείκνυνται, ἀλλὰ τὴν μὲν ἅρτην εἶχε πάνυ τεθηγμένην· τὰ δʼ ἄλλα φαιδρός τε ἦν καὶ καρτερὸς καὶ βασιλικῶς ἐνεσκεύαστο. μορφὴν μὲν τοιόσδε ὤφθη μοι, ἃ δὲ εἶπε, πάνυ θεσπέσια καὶ ταῦτα, προειρῆσθαι ὑμῖν ἄξια. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="11"><p>ἰδὼν γάρ με σκυθρωπόν, ἐπὶ συννοίας βαδίζοντα, ὥσπερ εἰκὸς ἦν θεόν, ἔγνω αὐτίκα τὴν αἰτίαν τῆς λύπης τίς ἐστί μοι, καὶ ὡς τὴν πενίαν <milestone unit="Reitz_page" n="394"/> δυσχεραίνοιμι οὐ κατὰ τὴν ὥραν μονοχίτων· καὶ γὰρ κρύος καὶ βορρᾶς πολὺς καὶ κρύσταλλοι καὶ χιών· ἐγὼ δὲ ἥκιστα ἐπεφράγμην πρὸς αὐτά. ἀλλʼ ὅτι καὶ τῆς ἑορτῆς πάνυ πλησιαζούσης ἑώρων τοὺς μὲν ἄλλους παρασκευαζομένους ὅπως θύσωσι καὶ εὐωχήσωνται, ἐμαυτῷ 20%2 <pb n="p.308"/> δὲ οὐ πάνυ ἑορτάσιμα ὄντα. καὶ δὴ προσελθὼν ὄπισθεν καὶ τοῦ ὠτός μου λαβόμενος καὶ διασείσας, ὥσπερ μοι προσπελάζειν εἴωθε, Τί ταῦτα, ἔφη, ὦ Κρονοσόλων, ἀνιωμένῳ ἔοικας; οὐ γὰρ ἄξιον, ἔφην, ὦ δέσποτα, ὅταν καταράτους μὲν καὶ μιαροὺς ἀνθρώπους ὑπερπλουτοῦντας καὶ μόνους τρυφῶντας ὁρῶ, αὐτὸς δὲ καὶ ἄλλοι συχνοὶ τῶν πεπαιδευμένων ἀπορίᾳ καὶ ἀμηχανίᾳ σύνεσμεν; ἀλλʼ οὐδὲ σύ, ὦ δέσποτα, θέλεις παῦσαι ταῦτα καὶ μετακοσμῆσαι πρὸς τὸ ἰσόμοιρον. τὰ μὲν ἄλλα, ἔφη, οὐ ῥάδιον <milestone unit="Reitz_page" n="395"/> ἀλλάττειν ὁπόσα ἐκ Κλωθοῦς καὶ τῶν ἄλλων Μοιρῶν πάσχετε, ἃ δέ ἐστι τῆς ἑορτῆς, ἐπανορθώσομαι ὑμῖν τὴν πενίαν, ἡ δὲ ἐπανόρθωσις ἥδε ἔστω· ἴθι, ὦ Κρονοσόλων, καὶ γράψον μοι νόμους τινάς, ἃ χρὴ πράττειν ἐν τῇ ἑορτῇ, ὡς μὴ καθʼ αὑτοὺς οἱ πλούσιοι ἑορτάζοιεν, κοινωνοῖεν δὲ ὑμῖν τῶν ἀγαθῶν. ἀλλʼ οὐκ οἶδα, ἔφην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg055.perseus-grc2" n="12"><p>ἐγώ, ἦ δʼ ὅς, διδάξομαί σε· κᾆτα ἀρξάμενος ἐδίδασκεν. εἶτα ἐπειδὴ πάντα ἠπιστάμην, Καὶ εἰπὲ αὐτοῖς, ἔφη, ὅτι ἢν μὴ τοῦτο ποιῶσι, μὴ μάτην ἐγὼ τὴν ἅρπην ταύτην ὀξεῖαν περιφέρω, ἢ γελοῖος ἂν εἴην τὸν μὲν πατέρα ἐκτομίαν πεποιηκὼς τὸν Οὐρανόν, τοὺς δὲ πλουσίους μὴ εὐνουχίζων, ὁπόσοι ἂν παρανομήσωσιν, ὡς ἀγείροιεν τῇ μητρὶ σὺν αὐλοῖς καὶ τυμπάνοις βάκηλοι γενόμενοι. ταῦτα ἠπείλησεν. ὥστε καλῶς ἔχει ὑμῖν μὴ παραβαίνειν τοὺς θεσμούς.</p></div></div></body></text></TEI>