<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg054.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg054.perseus-grc3" n="1"><p> Τῆς Λιβύης τὰ νότια ψάμμος ἐστὶν βαθεῖα καὶ
γῆ διακεκαυμένη, ἔρημος ἐπὶ πολύ, ἀκριβῶς
ἄκαρπος, πεδινὴ ἅπασα, οὐ χλόην οὐ πόαν οὐ
φυτὸν οὐχ ὕδωρ ἔχουσα, ἢ εἴ που ἄρα ἐν κοίλοις
συνεστηκὸς ὑετοῦ ὀλίγου λείψανον, παχὺ καὶ τοῦτο
καὶ δυσῶδες, οὐδὲ πάνυ διψῶντι ἀνθρώπῳ πότιμον.
ἀοίκητος γοῦν ἐστι διὰ ταῦτα· ἢ πῶς γὰρ ἂν
οἰκοῖτο ἀνήμερος οὕτω καὶ ξηρὰ καὶ ἄφορος οὖσα
καὶ πολλῷ τῷ αὐχμῷ πιεζομένη; καὶ τὸ θάλπος
δὲ αὐτὸ καὶ ὁ ἀὴρ κομιδῇ πυρώδης καὶ φλογερὸς
ὢν καὶ ἡ ψάμμος ὑπερζέουσα παντελῶς ἄβατον
τὴν χώραν τίθησι.
</p></div></div></body></text></TEI>