Γαράμαντες μόνοι πρόσοικοι ὄντες, εὐσταλὲς καὶ κοῦφον ἔθνος, ἄνθρωποι σκηνῖται, ἀπὸ θήρας τὰ πολλὰ ζῶντες, ἐνίοτε οὗτοι ἐσβάλλουσι θηράσοντες ἀμφὶ τροπὰς τὰς χειμερινὰς μάλιστα, ὕοντα τὸν θεὸν τηρήσαντες, ὁπότε τὸ πολὺ τοῦ καύματος σβεσθείη καὶ ἡ ψάμμος νοτισθείη καὶ ἀμηέπη βατὴ γένοιτο. ἡ θήρα δέ ἐστιν ὄνων τε τῶν ἀγρίων καὶ στρουθῶν τῶν μεγάλων χαμαιπετῶν καὶ πιθήκων μάλιστα καὶ ἐλεφάντων ἐνίοτε· ταῦτα γὰρ μόνα διαρκεῖ πρὸς τὸ δίψος καὶ ἀνέχεται ἐπὶ πολὺ ταλαιπωρούμενα ὑπὸ πολλῷ καὶ ὀξεῖ τῷ ἡλίῳ. καὶ ὅμως οἱ Γαράμαντες ἐπειδὰν τὰ σιτία καταναλώσωσιν ἅπερ ἔχοντες ἀφίκοντο, ἀπελαύνουσιν ὀπίσω εὐθὺς δεδιότες μὴ σφίσιν ἡ ψάμμος ἀναφλεγεῖσα δύσβατος καὶ ἄπορος γένηται, εἶτα ὥσπερ ἐντὸς ἀρκύων ληφθέντες καὶ αὐτοὶ ἀπόλωνται μετὰ τῆς ἄγρας· ἄφυκτα γάρ ἐστιν, ἢν ὁ ἥλιος ἀνασπάσας τὴν ἰκμάδα καὶ τάχιστα ξηράνας τὴν χώραν ὑπερζέσῃ, ἀκμαιοτέραν τὴν ἀκτῖνα προσβαλὼν ἅτε πρὸς τὴν νοτίδα παρατεθηγμένην· τροφὴ γὰρ αὕτη τῷ πυρί.