<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg054.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg054.perseus-grc2" n="1"><p rend="align(indent)">τῆς Λιβύης τὰ νότια ψάμμος ἐστὶ βαθεῖα καὶ γῆ διακεκαυμένη, ἔρημος ἐπὶ πολύ, ἀκριβῶς ἄκαρπος, πεδινὴ ἅπασα, οὐ χλόην οὐ πόαν οὐ φυτὸν οὐχ ὕδωρ <pb n="p.206"/> ἔχουσα, ἢ εἴ που ἄρα ἐν κοίλοις συνεστηκὸς ὑετοῦ ὀλίγου λείψανον, παχὺ καὶ τοῦτο καὶ δυσῶδες, οὐδὲ πάνυ διψῶντι ἀνθρώπῳ πότιμον. ἀοίκητος γοῦν ἐστι διὰ ταῦτα· ἢ πῶς γὰρ ἂν οἰκοῖτο ἀνήμερος οὕτω καὶ ξηρὰ καὶ ἄφορος οὖσα καὶ πολλῷ τῷ αὐχμῷ πιεζομένη; καὶ τὸ θάλπος δὲ αὐτὸ καὶ ὁ ἀὴρ κομιδῇ πυρώδης καὶ φλογερὸς ὢν καὶ ἡ ψάμμος ὑπερζέουσα παντελῶς ἄβατον τὴν χώραν τίθησι. </p></div></div></body></text></TEI>