<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" n="5"><p rend="align(indent)"> ὁ νεανίας δὲ τῆς μὲν τιμῆς παρεχώρει καθʼ ἡλικίαν ἐκείνῳ καὶ μόνου ἐξίστατο τοῦ τῆς ἀρχῆς ὀνόματος, τὸ δʼ ἔργον τῆς τυραννίδος καὶ <corr>τὸ</corr> κεφάλαιον αὐτὸς ἦν, καὶ τὸ μὲν πιστὸν καὶ ἀσφαλὲς ἀπʼ αὐτοῦ παρεῖχε τῇ δυναστείᾳ, τὴν δὲ ἀπόλαυσιν μόνος ἐκαρποῦτο τῶν ἀδικημάτων. ἐκεῖνος ἦν ὁ τοὺς δορυφόρους συνέχων, ὁ τὴν φρουρὰν κρατύνων, ὁ τοὺς τυραννουμένους φοβῶν,<note xml:lang="mul" type="footnote" n="v.5.p.448.n.1">φοβῶν Jacobitz: ἐκκόπτων MSS. Cf. n. 2.</note> ὁ τοὺς ἐπιβουλεύοντας ἐκκόπτων,<note xml:lang="mul" type="footnote" n="v.5.p.448.n.2">ἐκκόπτων Jacobitz: φοβῶν MSS.</note> ἐκεῖνος ὁ τοὺς ἐφήβους ἀνασπῶν, ὁ ἐνυβρίζων τοῖς γάμοις· ἐκείνῳ αἱ παρθένοι ἀνήγοντο, καὶ εἴ τινες σφαγαὶ καὶ εἴ τινες φυγαὶ καὶ χρημάτων ἀφαιρέσεις καὶ βάσανοι καὶ ὕβρεις, πάντα ταῦτα τολμήματα ἦν νεανικά. ὁ γέρων δὲ ἐκείνῳ<note xml:lang="mul" type="footnote" n="v.5.p.448.n.3">ἐκείνῳ Struve: ἐκεῖνος MSS.</note> ἠκολούθει καὶ <pb n="v.5.p.450"/> συνηδίκει καὶ ἐπῄνει μόνον τὰ τοῦ παιδὸς ἀδικήματα, καὶ τὸ πρᾶγμα ἡμῖν ἀφόρητον καθειστήκει· ὅταν γὰρ αἱ τῆς γνώμης ἐπιθυμίαι τὴν ἐκ τῆς ἀρχῆς ἐξουσίαν προσλάβωσιν, οὐδένα ὅρον ποιοῦνται τῶν ἀδικημάτων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" n="6"><p rend="align(indent)"> μάλιστα δὲ ἐκεῖνο ἐλύπει, τὸ εἰδέναι μακράν, μᾶλλον δὲ ἀΐδιον, τὴν δουλείαν ἐσομένην καὶ ἐκ διαδοχῆς παραδοθησομένην τὴν πόλιν ἄλλοτε ἄλλῳ δεσπότῃ καὶ πονηρῶν<note xml:lang="mul" type="footnote" n="v.5.p.450.n.1">πρνηρῶν Dindorf: πονηρῷ ΓΝΖU: πονηρὸν C.</note> κληρονόμημα γενησόμενον τὸν <corr>δῆμον·</corr> ὡς τοῖς γε ἄλλοις οὐ μικρά τις ἐλπὶς αὕτη, τὸ λογίζεσθαι καὶ πρὸς αὐτοὺς λέγειν, <q> ἀλλʼ ἤδη παύσεται,</q> <q> ἀλλʼ ἤδη <corr>τεθνήξετα</corr> καὶ μετʼ ὀλίγον ἐλεύθεροι γενησόμεθα.</q> ἐπʼ ἐκείνων δὲ οὐδὲν τοιοῦτον ἠλπίζετο, ἀλλὰ ἑωρῶμεν ἤδη ἕτοιμον τὸν τῆς ἀρχῆς διάδοχον. τοιγαροῦν οὐδʼ ἐπιχειρεῖν τις ἐτόλμα τῶν γεννικῶν καὶ τὰ αὐτὰ ἐμοὶ προαιρουμένων, ἀλλʼ ἀπέγνωστο παντάπασιν ἡ ἐλευθερία καὶ ἄμαχος ἡ τυραννὶς ἐδόκει, πρὸς τοσούτους ἐσομένης τῆς ἐπιχειρήσεως. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" n="7"><p rend="align(indent)"> ἀλλʼ οὐκ ἐμὲ ταῦτα ἐφόβησεν οὐδὲ τὸ δυσχερὲς τῆς πράξεως λογισάμενος ἀπώκνησα οὐδὲ πρὸς τὸν κίνδυνον ἀπεδειλίασα, μόνος δέ, μόνος πρὸς οὕτως ἰσχυρὰν καὶ πολλὴν τυραννίδα, μᾶλλον δὲ οὐ μόνος, ἀλλὰ μετὰ τοῦ ξίφους ἀνῄειν τοῦ συμμεμαχημένου καὶ τὸ μέρος συντετυραννοκτονηκότος, πρὸ ὀφθαλμῶν μὲν τὴν τελευτὴν ἔχων, ἀλλαξόμενος δὲ ὅμως τὴν κοινὴν ἐλευθερίαν τῆς σφαγῆς τῆς ἐμῆς. ἐντυχὼν δὲ τῇ πρώτῃ φρουρᾷ καὶ τρεψάμενος οὐ ῥᾳδίως τοὺς δορυφόρους καὶ τὸν ἐντυγχάνοντα κτείνων καὶ τὸ ἀνθιστάμενον πᾶν διαφθείρων ἐπὶ τὸ κεφάλαιον αὐτὸ τῶν ἔργων ἱέμην, ἐπὶ τὴν μόνην τῆς τυραννίδος ἰσχύν, <pb n="v.5.p.452"/> ἐπὶ τὴν ὑπόθεσιν τῶν ἡμετέρων συμφορῶν· καὶ ἐπιστὰς τῷ τῆς ἀκροπόλεως φρουρίῳ καὶ ἰδὼν γεννικῶς ἀμυνόμενον καὶ ἀνθιστάμενον πολλοῖς τραύμασιν ὅμως ἀπέκτεινα. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" n="8"><p rend="align(indent)"> καὶ ἡ μὲν τυραννὶς ἤδη καθῄρητο, καὶ πέρας εἶχέ μοι τὸ τόλμημα, καὶ τὸ ἀπʼ ἐκείνου πάντες ἦμεν ἐλεύθεροι, ἐλείπετο δὲ γέρων ἔτι μόνος, ἄνοπλος, ἀποβεβληκὼς τοὺς φύλακας, ἀπολωλεκὼς τὸν μέγαν ἐκεῖνον ἑαυτοῦ δορυφόρον, ἔρημος, οὐδὲ γενναίας ἔτι χειρὸς ἄξιος.</p><p rend="align(indent)"> ἐνταῦθα τοίνυν πρὸς ἐμαυτόν, ὦ ἄνδρες δικασταί, τὰ τοιαῦτα ἐλογιζόμην· <q> πάντʼ ἔχει μοι καλῶς, πάντα πέπρακται, πάντα κατώρθωται. τίνα ἂν ὁ περίλοιπος κολασθείη τρόπον; ἐμοῦ μὲν γὰρ ἀνάξιός ἐστι καὶ τῆς ἐμῆς δεξιᾶς, καὶ μάλιστα ἐπʼ ἔργῳ λαμπρῷ καὶ νεανικῷ καὶ γενναίῳ ἀνῃρημένος,<note xml:lang="mul" type="footnote" n="v.5.p.452.n.1">ἀνηρημένος Γ (late hand)vulg.: ἀνηρημένῳ ΓUNZBC.</note> καταισχύνων κἀκείνην τὴν <corr>σφαγήν·</corr> ἄξιον δέ τινα δεῖ ζητῆσαι δήμιον, ἀλλαγὴν συμφορᾶς,<note xml:lang="mul" type="footnote" n="v.5.p.452.n.2">ἀλλαγῆν συμφορᾶς  Harmon: μὰ τὴν συμφορὰν ΓBN: ἀλλʼ ἅμα τὴν συμφορὰν Ζ: ἀλλὰ μετά τὴν συμφορὰν UC. The corruption appears to come from glossing ἀλλαγὴν as  ἄλλαγμα by writing μα over ην; in consequence of which those two letters were mistakenly admitted into the text, as often happens in the Lucianic tradition. </note> μηδὲ τὴν αὐτὴν κερδαίνειν. ἰδέτω, κολασθήτω, παρακείμενον ἐχέτω τὸ ξίφος· τούτῳ τὰ λοιπὰ ἐντέλλομαι.</q> ταῦτα βουλευσάμενος αὐτὸς μὲν ἐκποδὼν ἀπηλλαττόμην, ὁ<note xml:lang="mul" type="footnote" n="v.5.p.452.n.3">τὸ A, editors since Jacobitz, But see § 20.</note> δέ, ὅπερ ἐγὼ προὐμαντευσάμην, διεπράξατο καὶ ἐτυραννοκτόνησεν καὶ τέλος ἐπέθηκε τῷ ἐμῷ δράματι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" n="9"><p rend="align(indent)"> πάρειμι οὖν κομίζων ὑμῖν τὴν δημοκρατίαν καὶ θαρρεῖν ἤδη προκηρύττων ἅπασι καὶ τὴν ἐλευθερίαν εὐαγγελιζόμενος. ἤδη οὖν ἀπολαύετε τῶν ἔργων τῶν ἐμῶν. κενὴ μέν, ὡς ὁρᾶτε, πονηρῶν ἡ <pb n="v.5.p.454"/> ἀκρόπολις, ἐπιτάττει δὲ οὐδείς, ἀλλὰ καὶ τιμᾶν ἔξεστι καὶ δικάζειν καὶ ἀντιλέγειν κατὰ τοὺς νόμους, καὶ πάντα ταῦτα γεγένηται διʼ ἐμὲ ὑμῖν καὶ διὰ τὴν τόλμαν τὴν ἐμήν, κἀκ τοῦ ἑνὸς ἐκείνου φόνου, μεθʼ ὃν οὐκέτι ζῆν πατὴρ ἐδύνατο. ἀξιῶ δʼ οὖν ἐπὶ τούτοις τὴν ὀφειλομένην δοθῆναί μοι παρʼ ὑμῶν δωρεάν, οὐ φιλοκερδὴς οὐδὲ μικρολόγος τις ὢν οὐδὲ ἐπὶ μισθῷ τὴν πατρίδα εὐεργετεῖν προῃρημένος, ἀλλὰ βεβαιωθῆναί μοι βουλόμενος τὰ κατορθώματα τῇ δωρεᾷ καὶ μὴ διαβληθῆναι μηδὲ ἄδοξον γενέσθαι τὴν ἐπιχείρησιν τὴν ἐμὴν ὡς ἀτελῆ καὶ γέρως ἀναξίαν κεκριμένην. </p></div></div></body></text></TEI>