<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" n="20"><p rend="align(indent)"> νῦν μοι ἐννοήσατε οἷα πεποιηκέναι εἰκὸς τὸν τύραννον, οἷα δὲ εἰρηκέναι πρὸ τῆς τελευτῆς· ἐπεὶ γὰρ ὑπʼ ἐμοῦ φονευόμενος καὶ τιτρωσκόμενος πολλοῖς τραύμασιν ἐς τὰ φανερὰ τοῦ σώματος, ὡς ἂν μάλιστα λυπήσειν ἔμελλον τὸν γεγεννηκότα, ὡς ἂν ἐκ τῆς πρώτης θέας διασπαράξειν, ὁ μὲν ἀνεβόησεν οἰκτρόν, ἐπιβοώμενος τὸν γεγεννηκότα οὐ βοηθὸν οὐδὲ σύμμαχον — ᾔδει γὰρ πρεσβύτην ὄντα καὶ ἀσθενῆ — ἀλλὰ θεατὴν τῶν οἰκείων κακῶν· ἐγὼ γὰρ<note xml:lang="mul" type="footnote" n="v.5.p.468.n.4">γὰρ not in ΓΖ.</note> ἀπηλλαττόμην ποιητὴς μὲν τῆς ὅλης <pb n="v.5.p.470"/> τραγῳδίας γεγενημένος, καταλιπὼν δὲ τῷ ὑποκριτῇ τὸν νεκρὸν καὶ τὴν σκηνὴν καὶ τὸ ξίφος καὶ τὰ λοιπὰ τοῦ δράματος· ἐπιστὰς δὲ ἐκεῖνος καὶ ἰδὼν υἱὸν ὃν εἶχεν μόνον ὀλίγον ἐμπνέοντα, ᾑμαγμένον, ἐμπεπλησμένον τοῦ φόνου καὶ τὰ τραύματα συνεχῆ καὶ πολλὰ καὶ καίρια, ἀνεβόησεν τοῦτο· <q> τέκνον, ἀνηρήμεθα, πεφονεύμεθα, τετυραννοκτονήμεθα, ποῦ ὁ <corr>σφαγεύς;</corr> τίνι με τηρεῖ; τίνι με φυλάττει διὰ σοῦ, τέκνον, προανῃρημένον; ἢ μή τι ὡς γέροντος ὑπερφρονεῖ, καὶ τῇ βραδυτῆτι, κολάζειν δέον, καὶ παρατείνει μοι τὸν φόνον καὶ μακροτέραν μοι τὴν σφαγὴν ποιεῖ;</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" n="21"><p rend="align(indent)"> καὶ ταῦτα λέγων ἐζήτει τὸ ξίφος· αὐτὸς γὰρ ἄνοπλος ἦν διὰ τὸ πάντα τῷ παιδὶ θαρρεῖν. ἀλλʼ οὐδὲ τοῦτο ἐνεδέησεν, πάλαι δὲ ἦν ὑπʼ ἐμοῦ καὶ τοῦτο προπαρεσκευασμένον καὶ πρὸς τὸ μέλλον τόλμημα καταλελειμμένον. ἀποσπάσας δὴ τῆς σφαγῆς καὶ τοῦ τραύματος ἐξελὼν τὸ ξίφος φησί, <q> πρὸ μικροῦ μέν με ἀπέκτεινας, νῦν δὲ ἀνάπαυσον, ξίφος. πατρὶ πενθοῦντι παραμύθιον ἐλθὲ καὶ πρεσβυτικῇ χειρὶ δυστυχούσῃ συναγώνισαι. ἀπόσφαξον, τυραννοκτόνησον καὶ τοῦ πενθεῖν ἀπάλλαξον. εἴθε πρῶτός σοι ἐνέτυχον, εἴθε τὴν τάξιν προὔλαβον τοῦ φόνου. ἀπέθανον ἄν, ἀλλʼ ὡς<note xml:lang="mul" type="footnote" n="v.5.p.470.n.1">ὡς du Soul: ἢ ὡς MSS.</note> τύραννος μόνον, ἀλλʼ ἔτι νομίζων ἕξειν ἔκδικον· νῦν δὲ ὡς ἄτεκνος, νῦν δὲ ὡς οὐδὲ φονέως εὐπορῶν.</q> Καὶ ταῦτα ἅμα λέγων ἐπῆγε τὴν σφαγὴν τρέμων, οὐ δυνάμενος, ἐπιθυμῶν μέν, ἀσθενῶν δὲ πρὸς τὴν ὑπηρεσίαν τοῦ τολμήματος.  </p></div></div></body></text></TEI>