<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" n="17"><p rend="align(indent)"> βούλει τοῦτο μόνον πεπρᾶχθαί μοι, ζῆν δὲ ἔτι τὸν τύραννον διαπεφευγότα; γέρας δὴ ἐπὶ τούτοις αἰτῶ. τί <corr>φατέ;</corr> οὐ δώσετε; οὐχὶ κἀκεῖνον <corr>ὑφεωρᾶσθε·</corr> οὐ δεσπότης; οὐ <corr>βαρύς;</corr> οὐκ ἀφόρητος ἦν; </p><p rend="align(indent)">νῦν δὲ καὶ τὸ κεφάλαιον αὐτὸ ἐννοήσατε· ὃ γὰρ οὗτος ἀπαιτεῖ παρʼ ἐμοῦ, τοῦτο ὡς ἐνῆν ἄριστα διεπραξάμην, καὶ τὸν τύραννον ἀπέκτεινα ἑτέρῳ φόνῳ, οὐχ ἁπλῶς οὐδὲ πληγῇ μιᾷ, ὅπερ εὐκταιότατον ἦν αὐτῷ ἐπὶ τηλικούτοις ἀδικήμασιν, ἀλλὰ λύπῃ προβασανίσας πολλῇ καὶ ἐν ὀφθαλμοῖς δείξας τὰ φίλτατα οἰκτρῶς προκείμενα, υἱὸν ἐν <pb n="v.5.p.466"/> ἡλικίᾳ, εἰ καὶ πονηρόν, ἀλλʼ οὖν καὶ ἀκμάζοντα καὶ ὅμοιον τῷ πατρί, αἵματος καὶ λύθρου ἐμπεπλησμένον. ταῦτʼ ἔστι πατέρων τὰ τραύματα, ταῦτα ξίφη δικαίων τυραννοκτόνων, οὗτος θάνατος ἄξιος ὠμῶν τυράννων, αὕτη τιμωρία πρέπουσα τοσούτοις ἀδικήμασιν· τὸ δʼ εὐθὺς ἀποθανεῖν, τὸ δʼ ἀγνοῆσαι,<note xml:lang="mul" type="footnote" n="v.5.p.466.n.1">τὸ δʼ εὐθὺς ἀγνοῆσαι MSS.: εὐθὺς excised by Fritzsche.</note> τὸ δὲ μηδὲν τοιοῦτο θέαμα ἰδεῖν, οὐδὲν ἔχει τυραννικῆς κολάσεως ἄξιον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" n="18"><p rend="align(indent)"> οὐ γὰρ ἠγνόουν, ὦ οὗτος, οὐκ ἠγνόουν, οὐδὲ τῶν ἄλλων οὐδείς, ὅσην ἐκεῖνος εὔνοιαν πρὸς τὸν υἱὸν εἶχεν καὶ ὡς οὐκ ἂν ἠξίωσεν ἐπιβιῶναι οὐδʼ ὀλίγον αὐτῷ χρόνον. πάντες μὲν γὰρ πατέρες ἴσως πρὸς τοὺς παῖδας τοιοῦτοι, ὁ δὲ καὶ περιττότερόν τι τῶν ἄλλων εἶχεν, εἰκότως, ὁρῶν μόνον ἐκεῖνον κηδεμόνα καὶ φύλακα τῆς τυραννίδος καὶ μόνον προκινδυνεύοντα τοῦ πατρὸς καὶ τὴν ἀσφάλειαν τῇ ἀρχῇ παρεχόμενον. ὥστε εἰ καὶ μὴ διὰ τὴν εὔνοιαν, ἀλλὰ διὰ τὴν ἀπόγνωσιν εὐθὺς ἠπιστάμην τεθνηξόμενον αὐτὸν καὶ λογιούμενον ὡς οὐδὲν ἔτι τοῦ ζῆν ὄφελος τῆς ἐκ τοῦ παιδὸς ἀσφαλείας καθῃρημένης. ἅπαντα τοίνυν αὐτῷ ἀθρόα περιέστησα, τὴν φύσιν, τὴν λύπην, τὴν ἀπόγνωσιν, τὸν φόβον, τὰς ἐπὶ τῶν μελλόντων ...<note xml:lang="mul" type="footnote" n="v.5.p.466.n.2">τὰς ἐπί τῶν μελλόντων ΓΒUΖ: τὸν ἐπὶ τῶν μελλόντων N: τὰς ἐπὶ τῶν μελλόντων ἐλπίδας  χρόνων (C)AF, edd—plausible, but conjectural, for  more is missing. Supply approximately ἐλπίδας πονηράς. τούτοις οὖν. This is the reading followed in the translation. </note> ἐπʼ αὐτὸν ἐχρησάμην τοῖς συμμάχοις καὶ πρὸς<note xml:lang="mul" type="footnote" n="v.5.p.466.n.3">πρὸς Ῥοϊ]οῦ: περὶ MSS., perhaps a variant on ἐπὶ above.</note> τὴν τελευταίαν ἐκείνην σκέψιν κατηνάγκασα. ἀπέθανεν ὑμῖν ἄτεκνος, λελυπημένος, ὀδυρόμενος, δακρύων, πεπενθηκὼς πένθος ὀλιγοχρόνιον μέν, ἀλλʼ ἱκανὸν πατρί, καὶ τὸ δεινότατον, αὐτὸς <pb n="v.5.p.468"/> ὑφʼ αὑτοῦ, ὅσπερ θανάτων οἴκτιστος καὶ πολλῷ χαλεπώτερος ἢ εἰ ὑπʼ ἄλλου γίγνοιτο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg051.perseus-grc2" n="19"><p rend="align(indent)"> ποῦ μοι τὸ ξίφος; μή τις ἄλλος τοῦτο<note xml:lang="mul" type="footnote" n="v.5.p.468.n.3">τοῦ ΓΖ.</note> γνωρίζει; μή τινος ἄλλου ὅπλον τοῦτο<note xml:lang="mul" type="footnote" n="v.5.p.468.n.3">τοῦ ΓΖ.</note> ἦν; τίς αὐτὸ ἐς τὴν ἀκρόπολιν ἀνεκόμισε; πρὸ τοῦ τυράννου τίς<note xml:lang="mul" type="footnote" n="v.5.p.468.n.1">τίς Ν, cod. Graevii: not in other MSS.</note> ἐχρήσατο; τίς αὐτὸ ἐπʼ ἐκεῖνον ἀπέστειλεν; ὦ ξίφος κοινωνὸν καὶ διάδοχον τῶν ἐμῶν κατορθωμάτων, μετὰ τοσούτους κινδύνους, μετὰ τοσούτους φόνους ἀμελούμεθα καὶ ἀνάξιοι δοκοῦμεν δωρεᾶς. εἰ γὰρ ὑπὲρ μόνου τούτου τὴν τιμὴν ᾔτουν παρʼ ὑμῶν, εἰ γὰρ ἔλεγον, <q>ἄνδρες, ἀποθανεῖν ἐθελήσαντι τῷ τυράννῳ καὶ ἀνόπλῳ ἐπὶ τοῦ καιροῦ κατειλημμένῳ ξίφος τοῦτο<note xml:lang="mul" type="footnote" n="v.5.p.468.n.3">τοῦ ΓΖ.</note> ἐμὸν ὑπηρέτησε καὶ πρὸς <corr>τὸ</corr> τέλος τῆς ἐλευθερίας συνήργησε<note xml:lang="mul" type="footnote" n="v.5.p.468.n.2">πάντη Guyet: παντὶ MSS.</note> πάντῃ, τοῦτο<note xml:lang="mul" type="footnote" n="v.5.p.468.n.3">τοῦ ΓΖ.</note> τιμῆς τε καὶ δωρεᾶς ἄξιον νομίσατε,</q> δεσπότην οὕτω δημοτικοῦ κτήματος οὐκ ἂν ἠμείψασθε; οὐκ ἂν ἐν τοῖς εὐεργέταις ἀνεγράψατε; οὐκ ἂν τὸ ξίφος ἐν τοῖς ἱεροῖς ἀνεθήκατε; οὐκ ἂν μετὰ τῶν θεῶν κἀκεῖνο προσεκυνήσατε; </p></div></div></body></text></TEI>