<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg050.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg050.perseus-grc2" n="8"><sp><speaker>Μῶμος</speaker><p rend="align(indent) ; merge">ἀφʼ οὗ δὲ ἅπαξ σύ, ὦ Ζεῦ, ἀνέῳξας τοῖς τοιούτοις τὰς θύρας καὶ ἐπὶ τὰς θνητὰς ἐτράπου, ἅπαντες μεμίμηνταί σε, καὶ οὐχ οἱ ἄρρενες μόνον, ἀλλʼ, ὅπερ αἴσχιστον, καὶ αἱ θήλειαι θεοί.<note xml:lang="mul" type="footnote" n="v.5.p.428.n.1">θήλειαι θεοί Mras: θήλειαι θεαί ΝΗ, θεαί ΓΡ vulg.</note> τίς γὰρ οὐκ οἶδεν τὸν Ἀγχίσην καὶ τὸν Τιθωνὸν καὶ τὸν Ἐνδυμίωνα καὶ τὸν Ἰασίωνα<note xml:lang="mul" type="footnote" n="v.5.p.428.n.2">Ἰαςίωνα Guyet: Ἰάσονα, Ἰάσωνα MSS.</note> καὶ τοὺς ἄλλους; ὥστε ταῦτα μὲν ἐάσειν μοι δοκῶ· μακρὸν γὰρ ἂν τὸ διελέγχειν γένοιτο. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> μηδὲν περὶ τοῦ Γανυμήδους, ὦ Μῶμε, εἴπῃς· χαλεπανῶ γὰρ εἰ λυπήσεις τὸ μειράκιον ὀνειδίσας ἐς τὸ γένος. </p></sp><sp><speaker>Μῶμος</speaker><p rend="align(indent)"> οὐκοῦν μηδὲ περὶ τοῦ ἀετοῦ εἴπω, ὅτι καὶ οὗτος ἐν τῷ οὐρανῷ ἐστιν, ἐπὶ τοῦ βασιλείου σκήπτρου καθεζόμενος καὶ μονονουχὶ ἐπὶ <corr>κεφαλήν</corr> σοι νεοττεύων, θεὸς εἶναι δοκῶν;</p></sp></div></div></body></text></TEI>