Μῶμος ἐργάζεσθαι δὲ τὰ αὐτοῦ ἕκαστον, καὶ μήτε τὴν Ἀθηνᾶν ἰᾶσθαι μήτε τὸν Ἀσκληπιὸν χρησμῳδεῖν μήτε τὸν Ἀπόλλω τοσαῦτα μόνον μόνον not in N. Equivalent to ἕνα ὄντα. ποιεῖν, ἀλλὰ ἕν τι ἐπιλεξάμενον μάντιν ἢ κιθαρῳδὸν ἢ ἰατρὸν εἶναι. Μῶμος τοῖς δὲ φιλοσόφοις προειπεῖν μὴ ἀναπλάττειν κενὰ κενὰ Par. 2956: καινὰ ΓNPZA. Cf. § 13. ὀνόματα μηδὲ ληρεῖν περὶ ὧν οὐκ ἴσασιν. Μῶμος ὁπόσοι δὲ ἤδη ναῶν ἢ θυσιῶν ἠξιώθησαν, ἐκείνων μὲν καθαιρεθῆναι τὰ ἀγάλματα, ἐντεθῆναι δὲ ἢ Διὸς ἢ Ἥρας ἢ Ἀπόλλωνος ἢ τῶν ἄλλων τινός, ἐκείνοις δὲ τάφον χῶσαι τὴν πόλιν καὶ στήλην ἐπιστῆσαι ἀντὶ βωμοῦ. ἢν δέ τις παρακούσῃ τοῦ κηρύγματος καὶ μὴ ἐθελήσῃ ἐπὶ τοὺς ἐπιγνώμονας ἐλθεῖν, ἐρήμην αὐτοῦ καταδιαιτησάτωσαν. τοῦτο μὲν ὑμῖν ὑμῖν ΓP: ἡμῖν ZN (but N gives τοῦτο . . . ψήφισμα to Zeus, wrongly). τὸ ψήφισμα.