<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg050.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg050.perseus-grc2" n="13"><sp><speaker>Μῶμος</speaker><p rend="align(indent) ; merge">καὶ ταῦτα μὲν περὶ τῶν νόθων καὶ παρεγγράπτων. ἐγὼ δὲ καὶ ξένα ὀνόματα πολλὰ ἤδη ἀκούων οὔτε ὄντων τινῶν παρʼ ἡμῖν οὔτε συστῆναι ὅλως δυναμένων, πάνυ, ὦ Ζεῦ, καὶ ἐπὶ τούτοις γελῶ. ἢ ποῦ γάρ ἐστιν ἡ πολυθρύλητος ἀρετὴ καὶ φύσις καὶ εἱμαρμένη καὶ τύχη, ἀνυπόστατα καὶ κενὰ πραγμάτων ὀνόματα ὑπὸ βλακῶν ἀνθρώπων τῶν φιλοσόφων ἐπινοηθέντα; καὶ ὅμως αὐτοσχέδια ὄντα οὕτω τοὺς ἀνοήτους πέπεικεν, ὥστε οὐδεὶς ἡμῖν οὐδὲ θύειν βούλεται, εἰδὼς ὅτι, κἂν μυρίας ἑκατόμβας παραστήσῃ, ὅμως τὴν τύχην πράξουσαν τὰ μεμοιραμένα καὶ ἃ ἐξ ἀρχῆς ἑκάστῳ ἐπεκλώσθη. ἡδέως ἂν οὖν ἐροίμην σε, <pb n="v.5.p.436"/> ὦ Ζεῦ, εἴ που εἶδες ἢ ἀρετὴν ἢ φύσιν ἢ εἱμαρμένην; ὅτι μὲν γὰρ ἀεὶ καὶ σὺ ἀκούεις ἐν ταῖς τῶν φιλοσόφων διατριβαῖς, οἶδα,<note xml:lang="mul" type="footnote" n="v.5.p.436.n.1">οἶδα Ν, edd.: οἶδας ΓΡ.</note> εἰ μὴ καὶ κωφός τις εἶ,<note xml:lang="mul" type="footnote" n="v.5.p.436.n.2">εἶ vulg.: ἐστιν ΓΡΝ.</note> ὡς βοώντων αὐτῶν μὴ ἐπαΐειν.</p><p rend="align(indent)">πολλὰ ἔτι ἔχων εἰπεῖν καταπαύσω τὸν <corr>λόγον·</corr> ὁρῶ γοῦν πολλοὺς ἀχθομένους μοι λέγοντι καὶ συρίττοντας, ἐκείνους μάλιστα ὧν καθήψατο ἡ παρρησία τῶν λόγων.</p></sp></div></div></body></text></TEI>