Μῶμος καὶ ταῦτα μὲν περὶ τῶν νόθων καὶ παρεγγράπτων. ἐγὼ δὲ καὶ ξένα ὀνόματα πολλὰ ἤδη ἀκούων οὔτε ὄντων τινῶν παρʼ ἡμῖν οὔτε συστῆναι ὅλως δυναμένων, πάνυ, ὦ Ζεῦ, καὶ ἐπὶ τούτοις γελῶ. ἢ ποῦ γάρ ἐστιν ἡ πολυθρύλητος ἀρετὴ καὶ φύσις καὶ εἱμαρμένη καὶ τύχη, ἀνυπόστατα καὶ κενὰ πραγμάτων ὀνόματα ὑπὸ βλακῶν ἀνθρώπων τῶν φιλοσόφων ἐπινοηθέντα; καὶ ὅμως αὐτοσχέδια ὄντα οὕτω τοὺς ἀνοήτους πέπεικεν, ὥστε οὐδεὶς ἡμῖν οὐδὲ θύειν βούλεται, εἰδὼς ὅτι, κἂν μυρίας ἑκατόμβας παραστήσῃ, ὅμως τὴν τύχην πράξουσαν τὰ μεμοιραμένα καὶ ἃ ἐξ ἀρχῆς ἑκάστῳ ἐπεκλώσθη. ἡδέως ἂν οὖν ἐροίμην σε, ὦ Ζεῦ, εἴ που εἶδες ἢ ἀρετὴν ἢ φύσιν ἢ εἱμαρμένην; ὅτι μὲν γὰρ ἀεὶ καὶ σὺ ἀκούεις ἐν ταῖς τῶν φιλοσόφων διατριβαῖς, οἶδα, οἶδα Ν, edd.: οἶδας ΓΡ. εἰ μὴ καὶ κωφός τις εἶ, εἶ vulg.: ἐστιν ΓΡΝ. ὡς βοώντων αὐτῶν μὴ ἐπαΐειν. πολλὰ ἔτι ἔχων εἰπεῖν καταπαύσω τὸν λόγον· ὁρῶ γοῦν πολλοὺς ἀχθομένους μοι λέγοντι καὶ συρίττοντας, ἐκείνους μάλιστα ὧν καθήψατο ἡ παρρησία τῶν λόγων.