Ζεύς μηκέτι τονθορύζετε, ὦ θεοί, μηδὲ κατὰ γωνίας συστρεφόμενοι πρὸς οὖς πρὸς οὖς ΓΡ, cf. Gall. 25: πρὸς τὸ οὖς Ν. ἀλλήλοις κοινολογεῖσθε, ἀγανακτοῦντες εἰ πολλοὶ ἀνάξιοι μετέχουσιν ἡμῖν τοῦ συμποσίου, ἀλλʼ ἐπείπερ ἀποδέδοται περὶ τούτων ἐκκλησία, λεγέτω ἕκαστος ἐς τὸ φανερὸν τὰ δοκοῦντά οἱ καὶ κατηγορείτω. σὺ δὲ κήρυττε, ὦ Ἑρμῆ, τὸ κήρυγμα τὸ ἐκ τοῦ νόμου. Ἑρμῆς ἄκουε, σίγα. τίς ἀγορεύειν βούλεται τῶν τελείων θεῶν οἷς ἔξεστιν; ἡ δὲ σκέψις περὶ τῶν μετοίκων καὶ ξένων. Μῶμος ἐγὼ ὁ Μῶμος, ὦ Ζεῦ, εἴ μοι ἐπιτρέψειας εἰπεῖν. Ζεύς τὸ κήρυγμα ἤδη ἐφίησιν· ὥστε οὐδὲν ἐμοῦ δεήσει. δεήσει Γ: δεήσῃ ΡΝ. Μῶμος φημὶ τοίνυν δεινὰ ποιεῖν ἐνίους ἡμῶν, οἷς οὐκ ἀπόχρη θεοὺς θεοῖς Bekker. ἐξ ἀνθρώπων αὐτοῖς γεγενῆσθαι, ἀλλʼ, εἰ μὴ καὶ τοὺς ἀκολούθους καὶ θεράποντας αὐτῶν ἰσοτίμους ἡμῖν ἀποφανοῦσιν, οὐδὲν μέγα οὐδὲ νεανικὸν οἴονται εἰργάσθαι. ἀξιῶ δέ, ὦ Ζεῦ, μετὰ παρρησίας μοι δοῦναι εἰπεῖν· οὐδὲ γὰρ ἂν ἄλλως δυναίμην, ἀλλὰ πάντες με ἴσασιν ὡς ἐλεύθερός εἰμι τὴν γλῶτταν καὶ οὐδὲν ἂν κατασιωπήσαιμι τῶν οὐ καλῶς γιγνομένων· διελέγχω γὰρ ἅπαντα καὶ λέγω τὰ δοκοῦντά μοι ἐς τὸ φανερὸν οὔτε δεδιώς τινα οὔτε ὑπʼ αἰδοῦς ἐπικαλύπτων τὴν γνώμην· ὥστε καὶ ἐπαχθὴς δοκῶ τοῖς πολλοῖς καὶ συκοφαντικὸς τὴν φύσιν, δημόσιός τις κατήγορος ὑπʼ αὐτῶν ἐπονομαζόμενος. πλὴν ἀλλʼ ἐπείπερ ἔξεστιν καὶ κεκήρυκται καὶ σύ, ὦ Ζεῦ, δίδως μετʼ ἐξουσίας εἰπεῖν· , οὐδὲν ὑποστειλάμενος ἐρῶ. Μῶμος πολλοὶ γάρ, φημί, οὐκ ἀγαπῶντες ὅτι αὐτοὶ αὐτοὺς Ν. μετέχουσι τῶν αὐτῶν ἡμῖν ξυνεδρίων καὶ εὐωχοῦνται ἐπʼ ἴσης, καὶ ταῦτα θνητοὶ ἐξ ἡμισείας ὄντες, ἔτι καὶ τοὺς ὑπηρέτας καὶ θιασώτας τοὺς αὐτῶν ἀνήγαγον ἐς τὸν οὐρανὸν καὶ παρενέγραψαν, καὶ νῦν ἐπʼ ἴσης διανομάς τε νέμονται καὶ θυσιῶν μετέχουσιν, οὐδὲ καταβαλόντες ἡμῖν τὸ μετοίκιον. Ζεύς μηδὲν αἰνιγματῶδες, αἰνιγματῶδες Ν: αἰνιγματωδῶς ΓP, cett. ὦ Μῶμε, ἀλλὰ σαφῶς καὶ διαρρήδην λέγε, προστιθεὶς καὶ τοὔνομα, νῦν γὰρ ἐς τὸ μέσον ἀπέρριπταί σοι ὁ λόγος, ὡς πολλοὺς εἰκάζειν καὶ ἐφαρμόζειν ἄλλοτε ἄλλον τοῖς λεγομένοις. χρὴ δὲ παρρησιαστὴν ὄντα μηδὲν ὀκνεῖν λέγειν. Μῶμος εὖ γε, ὦ Ζεῦ, ὅτι καὶ παροτρύνεις με πρὸς τὴν παρρησίαν· ποιεῖς γὰρ τοῦτο βασιλικὸν ὡς ἀληθῶς καὶ μεγαλόφρον, ὥστε ἐρῶ καὶ τοὔνομα. ὁ γάρ τοι γενναιότατος οὗτος Διόνυσος ἡμιάνθρωπος ὤν, οὐδὲ Ἕλλην μητρόθεν ἀλλὰ Συροφοίνικός τινος ἐμπόρου τοῦ Κάδμου θυγατριδοῦς, ἐπείπερ ἠξιώθη τῆς ἀθανασίας, οἷος μὲν αὐτός ἐστιν οὐ λέγω, οὔτε τὴν μίτραν οὔτε τὴν μέθην οὔτε τὸ βάδισμα· πάντες γάρ, οἶμαι, ὁρᾶτε ὡς θῆλυς καὶ γυναικεῖος τὴν φύσιν, ἡμιμανής, ἀκράτου ἕωθεν ἀποπνέων· ὁ δὲ καὶ ὅλην φατρίαν φατρίαν ΝNP: φρατρίαν (MCA) vulg., incorrectly for Lucian. Cf. Crönert, Mem. Gr, Hercul., pp. 81 and 311 ἐσεποίησεν ἡμῖν καὶ τὸν χορὸν ἐπαγόμενος πάρεστι καὶ θεοὺς ἀπέφηνε τὸν Πᾶνα καὶ τὸν Σιληνὸν καὶ Σατύρους, ἀγροίκους τινὰς καὶ αἰπόλους τοὺς πολλούς, σκιρτητικοὺς ἀνθρώπους καὶ τὰς μορφὰς ἀλλοκότους· ὧν ὁ μὲν κέρατα ἔχων καὶ ὅσον ἐξ ἡμισείας ἐς τὸ κάτω αἰγὶ ἐοικὼς καὶ γένειον βαθὺ καθειμένος ὀλίγον τράγου διαφέρων ἐστίν, ὁ δὲ φαλακρὸς γέρων, σιμὸς τὴν ῥῖνα, ἐπὶ ὄνου τὰ πολλὰ ὀχούμενος, Λυδὸς οὗτος, οἱ δὲ Σάτυροι ὀξεῖς τὰ ὦτα, καὶ αὐτοὶ φαλακροί, κεράσται, οἷα τοῖς ἄρτι γεννηθεῖσιν ἐρίφοις τὰ κέρατα ὑποφύεται, Φρύγες τινὲς ὄντες· ἔχουσι δὲ καὶ οὐρὰς ἅπαντες. ὁρᾶτε οἵους ἡμῖν θεοὺς ποιεῖ ὁ γεννάδας; Μῶμος εἶτα θαυμάζομεν εἰ καταφρονοῦσιν ἡμῶν οἱ ἄνθρωποι ὁρῶντες οὕτω γελοίους θεοὺς καὶ τεραστίους; ἐῶ γὰρ λέγειν ὅτι καὶ δύο γυναῖκας ἀνήγαγεν, τὴν μὲν ἐρωμένην οὖσαν αὐτοῦ, τὴν Ἀριάδνην, ἧς καὶ τὸν στέφανον ἐγκατέλεξε τῷ τῶν ἄστρων χορῷ, τὴν δὲ Ἰκαρίου τοῦ γεωργοῦ θυγατέρα. καὶ ὃ πάντων γελοιότατον, ὦ θεοί, καὶ τὸν κύνα τῆς Ἠριγόνης, καὶ τοῦτον ἀνήγαγεν, ὡς μὴ ἀνιῷτο ἡ παῖς εἰ μὴ ἕξει ἐν τῷ οὐρανῷ τὸ ξύνηθες ἐκεῖνο καὶ ὅπερ ἠγάπα κυνίδιον. ταῦτα οὐχ ὕβρις ὑμῖν δοκεῖ καὶ παροινία καὶ γέλως; ἀκούσατε δʼ οὖν καὶ ἄλλους.