<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg050.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg050.perseus-grc2" n="1"><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> μηκέτι τονθορύζετε, ὦ θεοί, μηδὲ κατὰ γωνίας συστρεφόμενοι πρὸς οὖς<note xml:lang="mul" type="footnote" n="v.5.p.418.n.1">πρὸς οὖς ΓΡ, cf. Gall. 25: πρὸς τὸ οὖς Ν.</note> ἀλλήλοις κοινολογεῖσθε, ἀγανακτοῦντες εἰ πολλοὶ ἀνάξιοι μετέχουσιν ἡμῖν τοῦ συμποσίου, ἀλλʼ ἐπείπερ ἀποδέδοται περὶ τούτων ἐκκλησία, λεγέτω ἕκαστος ἐς τὸ φανερὸν τὰ <corr>δοκοῦντά</corr> οἱ καὶ κατηγορείτω. σὺ δὲ κήρυττε, ὦ Ἑρμῆ, τὸ κήρυγμα τὸ ἐκ τοῦ νόμου. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἄκουε, σίγα. τίς ἀγορεύειν βούλεται τῶν τελείων θεῶν οἷς ἔξεστιν; ἡ δὲ σκέψις περὶ τῶν μετοίκων καὶ ξένων. </p></sp><sp><speaker>Μῶμος</speaker><p rend="align(indent)"> ἐγὼ ὁ Μῶμος, ὦ Ζεῦ, εἴ μοι ἐπιτρέψειας εἰπεῖν. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> τὸ κήρυγμα ἤδη <corr>ἐφίησιν·</corr> ὥστε οὐδὲν ἐμοῦ δεήσει.<note xml:lang="mul" type="footnote" n="v.5.p.418.n.2">δεήσει Γ: δεήσῃ ΡΝ.</note>  </p></sp></div><pb n="v.5.p.420"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg050.perseus-grc2" n="2"><sp><speaker>Μῶμος</speaker><p rend="align(indent)"> φημὶ τοίνυν δεινὰ ποιεῖν ἐνίους ἡμῶν, οἷς οὐκ ἀπόχρη θεοὺς<note xml:lang="mul" type="footnote" n="v.5.p.420.n.1">θεοῖς Bekker.</note> ἐξ ἀνθρώπων αὐτοῖς γεγενῆσθαι, ἀλλʼ, εἰ μὴ καὶ τοὺς ἀκολούθους καὶ θεράποντας αὐτῶν ἰσοτίμους ἡμῖν ἀποφανοῦσιν, οὐδὲν μέγα οὐδὲ νεανικὸν οἴονται εἰργάσθαι. ἀξιῶ δέ, ὦ Ζεῦ, μετὰ παρρησίας μοι δοῦναι <corr>εἰπεῖν·</corr> οὐδὲ γὰρ ἂν ἄλλως δυναίμην, ἀλλὰ πάντες με ἴσασιν ὡς ἐλεύθερός εἰμι τὴν γλῶτταν καὶ οὐδὲν ἂν κατασιωπήσαιμι τῶν οὐ καλῶς <corr>γιγνομένων·</corr> διελέγχω γὰρ ἅπαντα καὶ λέγω τὰ δοκοῦντά μοι ἐς τὸ φανερὸν οὔτε δεδιώς τινα οὔτε ὑπʼ αἰδοῦς ἐπικαλύπτων τὴν <corr>γνώμην·</corr> ὥστε καὶ ἐπαχθὴς δοκῶ τοῖς πολλοῖς καὶ συκοφαντικὸς τὴν φύσιν, δημόσιός τις κατήγορος ὑπʼ αὐτῶν ἐπονομαζόμενος. πλὴν ἀλλʼ ἐπείπερ ἔξεστιν καὶ κεκήρυκται καὶ σύ, ὦ Ζεῦ, δίδως μετʼ ἐξουσίας <corr>εἰπεῖν·</corr>, οὐδὲν ὑποστειλάμενος ἐρῶ.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg050.perseus-grc2" n="3"><sp><speaker>Μῶμος</speaker><p rend="align(indent) ; merge">πολλοὶ γάρ, φημί, οὐκ ἀγαπῶντες ὅτι αὐτοὶ<note xml:lang="mul" type="footnote" n="v.5.p.420.n.2">αὐτοὺς Ν.</note> μετέχουσι τῶν αὐτῶν ἡμῖν ξυνεδρίων καὶ εὐωχοῦνται ἐπʼ ἴσης, καὶ ταῦτα θνητοὶ ἐξ ἡμισείας ὄντες, ἔτι καὶ τοὺς ὑπηρέτας καὶ θιασώτας τοὺς αὐτῶν ἀνήγαγον ἐς τὸν οὐρανὸν καὶ παρενέγραψαν, καὶ νῦν ἐπʼ ἴσης διανομάς τε νέμονται καὶ θυσιῶν μετέχουσιν, οὐδὲ καταβαλόντες ἡμῖν τὸ μετοίκιον. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> μηδὲν αἰνιγματῶδες,<note xml:lang="mul" type="footnote" n="v.5.p.420.n.3">αἰνιγματῶδες Ν: αἰνιγματωδῶς ΓP, cett.</note> ὦ Μῶμε, ἀλλὰ σαφῶς καὶ διαρρήδην λέγε, προστιθεὶς καὶ τοὔνομα, νῦν γὰρ ἐς τὸ μέσον ἀπέρριπταί σοι ὁ λόγος, <pb n="v.5.p.422"/> ὡς πολλοὺς εἰκάζειν καὶ ἐφαρμόζειν ἄλλοτε ἄλλον τοῖς λεγομένοις. χρὴ δὲ παρρησιαστὴν ὄντα μηδὲν ὀκνεῖν λέγειν. </p></sp></div></div></body></text></TEI>