ἦν δὲ τὸ ἐπὶ τούτῳ ὁ μὲν πάνυ ἀπίθανος ἐν τῇ ὑποκρίσει, συνείρων οἷον εἰκὸς ἐκ πολλοῦ ἐσκεμμένα καὶ μεμελετημένα, εἰ καὶ ὅτι μάλιστα ἡ ἀναισχυντία ἀναισχυντία Lacuna G. Hermann: not indicated in MSS. πάρουσα Headlam, θεὸς οὖσα Cobet. οὖσα ἐπήμυνε καὶ χεῖρα ὤρεγε καὶ συνηγωνίζετο αὐτῷ. γέλως δὲ πολὺς παρὰ τῶν ἀκουόντων· καὶ οἱ μὲν ἐς τὸν Πατρέα ἐκεῖνον μεταξὺ ἀποβλέποντες ὑπεδήλουν ὡς οὐ λέληθε συμπράξας αὐτῷ τὴν ῥᾳδιουργίαν, οἱ δὲ καὶ αὐτὰ γνωρίζοντες τὰ λεγόμενα παρʼ ὅλην τὴν ἀκρόασιν διετέλεσαν ἓν τοῦτο μόνον ἔργον ἔχοντες, ἀλλήλων πειρώμενοι ὅπως μνήμης ἔχουσι ἔχουσι MF: ἔχωσι ΓΕΝΑ. πρὸς τὸ διαγιγνώσκειν ὅτου ἕκαστον ἦν τῶν ὀλίγον πρὸ ἡμῶν εὐδοκιμησάντων ἐπὶ ταῖς καλουμέναις μελέταις σοφιστῶν. ἐν δὲ τούτοις ἅπασι καὶ ὁ τὸν λόγον τόνδε συγγράψας ἦν ἐν τοῖς γελῶσι καὶ αὐτός. τί δʼ οὐκ ἔμελλεν γελᾶν ἐφʼ οὕτω περιφανεῖ καὶ ἀπιθάνῳ καὶ ἀναισχύντῳ τολμήματι; καί πως (ἔστιν δὲ ἀκρατὴς γέλωτος) ὁ μὲν τὴν φωνὴν ἐντρέψας ἐς μέλος, ὡς ᾤετο, θρῆνόν τινα ἐπηύλει τῷ Πυθαγόρᾳ, ὁ δέ, τοῦτο δὴ τὸ τοῦ λόγου, ὄνον κιθαρίζειν πειρώμενον ὁρῶν ἀνεκάγχασε μάλα ἡδύ, ὁ ποιητὴς οὗτος ὁ ἐμός· ὁ δὲ εἶδεν ἐπιστραφείς. τοῦτο ἐξεπολέμωσεν αὐτούς, τό τε ἔναγχος ἐνθένδε. ἐνθένδε The text is that of N, interpreted by adding a comma after αὐτούς and writing τό τε for τότε. The full stop is set after ἔναγχος in ΓA(MFE) and previous editions. But ἐνθένδε makes an awkward anacoluthon with what follows (hence ἔνθεν δὲ ΓΑ) ; moreover, τότε ἔναγχος is neither idiomatic (hence the omission of τότε in MF) nor consistent with ποτέ (6) and τοῦ πάλαι ἐκείνου γέλωτος (8). ἦν μὲν ἡ τοῦ ἔτους ἀρχή, μᾶλλον δὲ ἡ ἀπὸ τῆς μεγάλης νουμηνίας τρίτη, ἐν ᾗ οἱ Ῥωμαῖοι κατά τι ἀρχαῖον εὔχονταί τε αὐτοὶ ὑπὲρ ἅπαντος τοῦ ἔτους εὐχάς τινας καὶ θύουσι, Νομᾶ θύουσι Νομᾶ Cobet (Νουμᾶ vulg.) : θύουσιν ἅμα MSS. τοῦ βασιλέως καταστησαμένου τὰς ἱερουργίας αὐτοῖς, καὶ πεπιστεύκασιν τοὺς θεοὺς ἐν ἐκείνῃ μάλιστα τῇ ἡμέρᾳ χρηματίζειν τοῖς εὐχομένοις. ἐν τοιαύτῃ τοίνυν ἑορτῇ καὶ ἱερομηνίᾳ ὁ τότε γελάσας ἐν Ὀλυμπίᾳ ἐκεῖνος ἐπὶ τῷ ὑποβολιμαίῳ Πυθαγόρᾳ ἰδὼν προσιόντα τὸν κατάπτυστον καὶ ἀλαζόνα, τὸν τῶν ἀλλοτρίων λόγων ὑποκριτήν (ἐτύγχανε δὲ καὶ τὸν τρόπον ἀκριβῶς εἰδὼς αὐτοῦ καὶ τὴν ἄλλην ἀσέλγειαν καὶ μιαρίαν τοῦ βίου καὶ ἃ ποιεῖν ἐλέγετο καὶ ἃ ποιῶν κατείληπτο) Ὥρα ἡμῖν, ἔφη πρός τινα τῶν ἑταίρων, ἐκτρέπεσθαι τὸ δυσάντητον τοῦτο θέαμα, ὃς φανεὶς ἔοικε τὴν ἡδίστην ἡμέραν ἀποφράδα ἡμῖν ποιήσειν. Τοῦτʼ ἀκούσας ὁ σοφιστὴς τὴν ἀποφράδα ὥς τι ξένον καὶ ἀλλότριον τῶν Ἑλλήνων ὄνομα ἐγέλα εὐθὺς καὶ τὸν ἄνδρα τοῦ πάλαι ἐκείνου γέλωτος ἠμύνετο, ὡς γοῦν ᾤετο, καὶ πρὸς ἅπαντας ἔλεγεν, ἀποφράς, τί δὲ τοῦτό ἐστι; καρπός τις ἢ βοτάνη τις ἢ σκεῦος; ἆρα τῶν ἐσθιομένων ἢ πινομένων τί ἐστιν ἀποφράς; ἐγὼ μὲν οὔτε ἤκουσα πώποτε οὔτʼ ἂν συνείην ποτὲ ὅ τι καὶ λέγει. ταῦθʼ ὁ μὲν ᾤετο κατὰ τούτου διεξιέναι καὶ πολὺν ἐπῆγε τῇ ἀποφράδι τὸν γέλων· ἐλελήθει δὲ κατʼ αὐτοῦ τὸ ὕστατον τεκμήριον ἀπαιδευσίας ἐκφέρων. ἐπὶ τούτῳ τὸν λόγον τόνδε συνέγραψεν ὁ ὁ Guyet: not in MSS. ἐμὲ προεισπέμψας ὑμῖν, ὡς δείξειε τὸν ἀοίδιμον σοφιστὴν τὰ κοινὰ τῶν Ἑλλήνων ἀγνοοῦντα καὶ ὁπόσα κἂν οἱ ἐπὶ τῶν ἐργαστηρίων καὶ τῶν καπηλείων εἰδεῖεν. ταῦτα μὲν ὁ Ἔλεγχος, ἐγὼ δέ — ἤδη γὰρ αὐτὸς παρείληφα τοῦ δράματος τὰ λοιπά — δίκαιος ἂν εἴην τὰ ἐκ τοῦ Δελφικοῦ τρίποδος ἤδη λέγειν, οἷα μέν σου τὰ ἐν τῇ πατρίδι, οἷα δὲ τὰ ἐν τῇ Παλαιστίνῃ, οἷα δὲ τὰ ἐν Αἰγύπτῳ, οἷα δὲ τὰ ἐν Φοινίκῃ καὶ Συρίᾳ, εἶτα ἑξῆς τὰ ἐν Ἑλλάδι καὶ Ἰταλίᾳ, καὶ ἐπὶ πᾶσι τὰ ἐν Ἐφέσῳ νῦν, ἅπερ κεφαλαιωδέστατα τῆς ἀπονοίας τῆς σῆς καὶ κορυφὴ καὶ κορωνὶς τοῦ τρόπου. ἐπεὶ γὰρ κατὰ τὴν παροιμίαν Ἰλιεὺς ὢν τραγῳδοὺς ἐμισθώσω, καιρὸς ἤδη σοι ἀκούειν τὰ σαυτοῦ κακά.