<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg049.perseus-grc2" n="31"><p rend="align(indent)"> πολλὰ ἔτι ἔχων εἰπεῖν, τὰ μὲν ἄλλα ἑκὼν ἀφίημί σοι, ἐκεῖνο δὲ μόνον προσλέγω, πρᾶττε μὲν ταῦτα ὅπως σοι φίλον καὶ μὴ παύσαιο τὰ τοιαῦτα ἐς ἑαυτὸν παροινῶν, ἐκεῖνο δὲ μηκέτι, ἄπαγε· οὐ γὰρ ὅσιον ἐπὶ τὴν αὐτὴν ἑστίαν τοὺς ταῦτα διατιθέντας καλεῖν καὶ φιλοτησίας προπίνειν καὶ ὄψων τῶν αὐτῶν ἅπτεσθαι. ἀλλὰ μηδὲ ἐκεῖνο ἔστω τὸ ἐπὶ τοῖς λόγοις, φιλήματα, καὶ ταῦτα πρὸς τοὺς οὐ πρὸ πολλοῦ ἀποφράδα σοι ἐργασαμένους τὸ στόμα. κἀπειδήπερ ἅπαξ φιλικῆς <pb n="v.5.p.412"/> παραινέσεως ἠρξάμην, κἀκεῖνα, εἰ δοκεῖ, ἄφελε, τὸ μύρῳ χρίεσθαι τὰς πολιὰς καὶ τὸ πιττοῦσθαι μόνα ἐκεῖνα. εἰ μὲν γὰρ νόσος τις ἐπείγει, ἅπαν τὸ σῶμα θεραπευτέον, εἰ δὲ μηδὲν νοσεῖς τοιοῦτο, τί σοι βούλεται καθαρὰ καὶ λεῖα καὶ ὀλισθηρὰ ἐργάζεσθαι ἃ μηδὲ ὁρᾶσθαι θέμις; ἐκεῖνό σοι μόνον σοφόν, αἱ πολιαὶ καὶ τὸ μηκέτι μελαίνεσθαι, ὡς προκάλυμμα εἶεν τῆς βδελυρίας. φείδου δὴ αὐτῶν πρὸς Διὸς κἀν τούτῳ, καὶ μάλιστα τοῦ πώγωνος αὐτοῦ, μηδὲ μιάνῃς ἔτι μηδὲ ὑβρίσῃς· εἰ δὲ μή, ἐν νυκτί γε καὶ σὺν σκότῳ, τὸ δὲ μεθʼ ἡμέραν, ἄπαγε, κομιδῇ ἄγριον καὶ θηριῶδες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg049.perseus-grc2" n="32"><p rend="align(indent)"> ὁρᾷς, ὡς ἄμεινον ἦν σοι ἀκίνητον τὴν Καμάριναν ἐᾶν, μηδὲ καταγελᾶν τῆς ἀποφράδος, ἥ σοι ἀποφράδα τὸν βίον ὅλον ἐργάσεται; ἢ ἔτι προσδεῖ τινος; ὡς τό γε ἐμὸν οὔ ποτε ἐλλείψει. οὐδέπω γοῦν οἶσθα ὡς ὅλην τὴν ἅμαξαν ἐπεσπάσω, δέον, ὦ παιπάλημα καὶ κίναδος,<note xml:lang="mul" type="footnote" n="v.5.p.412.n.1">κίναδος Guyet, here and below: κίναιδος MSS., except Γ in the second instance.</note> ὑποπτήσσειν εἴ τις ἀνὴρ δασὺς καὶ τοῦτο δὴ τὸ ἀρχαῖον, μελάμπυγος δριμὺ μόνον εἰς σὲ ἀποβλέψειεν. ἴσως ἤδη καὶ ταῦτα γελάσῃ, τὸ παιπάλημα καὶ τὸ κίναδος, ὥσπερ τινὰ αἰνίγματα καὶ γρίφους ἀκούσας· ἄγνωστα γάρ σοι τῶν σῶν ἔργων τὰ ὀνόματα. <pb n="v.5.p.414"/> ὥστε ὥρα ἤδη καὶ ταῦτα συκοφαντεῖν, εἰ μὴ τριπλῇ καὶ τετραπλῇ σοι ἡ ἀποφρὰς ἐκτέτικεν. αἰτιῶ δʼ οὖν σεαυτὸν ἐπὶ πᾶσιν· ὡς γὰρ ὁ καλὸς Εὐριπίδης λέγειν εἴωθεν, ἀχαλίνων στομάτων καὶ ἀφροσύνης καὶ ἀνομίας τὸ τέλος δυστυχία γίγνεται.</p></div></div></body></text></TEI>