πρὸς θεῶν, ἢν λέγῃ ταῦτα ἡ γλῶττα, ἰδίαν αὐτὴ φωνὴν λαβοῦσα καὶ τὸν πώγωνα συνήγορον ἐπικαλεσαμένη, τί ἂν ἀποκρίναιο αὐτῇ; ἐκεῖνα δῆλον ὅτι ἃ καὶ πρὸς τὸν Γλαῦκον ἔναγχος εἴρηταί σοι ἐπὶ πεπραγμένῳ ἤδη τῷ ἔργῳ αἰτιώμενον, ὡς ἐπὶ τούτῳ ἔνδοξος ἐν βραχεῖ καὶ γνώριμος ἅπασι γεγένησαι, πόθεν ἂν οὕτω περιβόητος ἐπὶ τοῖς λόγοις γενόμενος; ἀγαπητὸν δὲ ὁπωσοῦν κλεινὸν καὶ ὀνομαστὸν εἶναι. εἶτα καταριθμήσεις καταριθμήσεις Lehmann: καταριθμήσειν MSS. αὐτῇ τὰς πολλάς σου προσηγορίας, ὁπόσας κατὰ ἔθνη προσείληφας. ὃ καὶ θαυμάζω, ὅτι τὴν μὲν ἀποφράδα ἐδυσχέρανας ἀκούσας, ἐπʼ ἐκείνοις δὲ τοῖς ὀνόμασιν οὐκ ἠγανάκτεις, ἐν Συρίᾳ μὲν Ῥοδοδάφνη κληθείς, ἐφʼ ᾧ δέ, νὴ τὴν Ἀθηνᾶν, αἰσχύνομαι διηγεῖσθαι, ὥστε τό γε ἐπʼ ἐμοὶ ἀσαφὲς ἔτι ἔστω· ἐν Παλαιστίνῃ δὲ Φραγμός, ἐς τὰς ἀκάνθας τοῦ πώγωνος, οἶμαι, ὅτι ἔνυττε μεταξύ· ἔτι γὰρ ἔξυρες αὐτόν· ἐν Αἰγύπτῳ δὲ Συνάγχη, πρόδηλον τοῦτο· μικροῦ γοῦν φασιν ἀποπνιγῆναί σε ναύτῃ τινὶ τῶν τριαρμένων ἐντυχόντα, ὃς ἐμπεσὼν ἀπέφραξέ σοι τὸ στόμα. Ἀθηναῖοι μὲν γὰρ βέλτιστοι αἰνιγματῶδες οὐδέν, ἀλλὰ γράμματος ἑνὸς προσθήκῃ τιμήσαντές σε Ἀτίμαρχον ὠνόμαζον· ἔδει γὰρ κἀκείνου τι περιττότερον προσεῖναί σοι. ἐν Ἰταλίᾳ δέ, βαβαί, ἡρωϊκὸν ἐκεῖνο ἐπεκλήθης, ὁ Κύκλωψ, ἐπειδή ποτε καὶ πρὸς ἀρχαίαν διασκευὴν παρʼ αὐτὰ τὰ τοῦ Ὁμήρου ῥαψῳδῆσαι καὶ σὺ τὴν αἰσχρουργίαν ἐπεθύμησας. καὶ αὐτὸς μὲν ἔκεισο μεθύων ἤδη, κισσύβιον ἔχων ἐν τῇ χειρί, βινητιῶν Πολύφημος, νεανίας δὲ ὑπόμισθος ὀρθὸν ἔχων τὸν μοχλὸν εὖ μάλα ἠκονημένον ἐπὶ σὲ Ὀδυσσεύς τις ἐπῄει ὡς ἐκκόψων τὸν ὀφθαλμόν· κἀκείνου μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος, αἰχμὴ δʼ ἐξεσύθη ἐξεσύθη Ν: ἐξελύθη ΓΕΑ. παρὰ νείατον ἀνθερεῶνα. (καὶ γὰρ οὐδὲν ἄτοπον ὑπὲρ σοῦ λέγοντα ψυχρολογεῖν.) σὺ δὲ ὁ Κύκλωψ, ἀναπετάσας τὸ στόμα καὶ ὡς ἔνι πλατύτατον κεχηνώς, ἠνείχου τυφλούμενος ὑπʼ αὐτοῦ τὴν γνάθον, μᾶλλον δὲ ὥσπερ ἡ Χάρυβδις αὐτοῖς ναύταις καὶ πηδαλίοις καὶ ἱστίοις ὅλον ζητῶν καταπιεῖν τὸν Οὖτιν. καὶ ταῦτα ἑώρων καὶ ἄλλοι παρόντες. εἶτά σοι ἐς τὴν ὑστεραίαν μία ἦν ἀπολογία ἡ μέθη καὶ ἐς τὸν ἄκρατον ἀνέφευγες Ν: ἐνέφευγες Γ(ΕΑ). ἀνέφευγες. τοιούτοις δὴ καὶ τοσούτοις ὀνόμασι πλουτῶν αἰσχύνῃ τὴν ἀποφράδα; πρὸς θεῶν εἰπέ μοι, τί πάσχεις ἐπειδὰν κἀκεῖνα λέγωσιν οἱ πολλοί, λεσβιάζειν σε καὶ φοινικίζειν; ἆρα καὶ ταῦτα ὥσπερ τὴν ἀποφράδα ἀγνοεῖς καὶ οἴει τάχα που ἐπαινεῖσθαι πρὸς αὐτῶν; ἢ ταῦτα μὲν διὰ τὸ σύντροφον οἶσθα, τὴν ἀποφράδα δὲ ὡς ἀγνῶτα μόνην ἀτιμάζεις καὶ ἀποκλείεις τοῦ καταλόγου τῶν ὀνομάτων; τοιγαροῦν οὐ μεμπτὰς ἡμῖν τίνεις τὰς δίκας, ἀλλὰ μέχρι καὶ τῆς γυναικωνίτιδος περιβόητος εἶ. πρῴην γοῦν ἐπειδή τινα γάμον ἐν Κυζίκῳ μνᾶσθαι ἐτόλμησας, εὖ μάλα ἐκπεπυσμένη πάντα ἡ βελτίστη ἐκείνη γυνή, οὐκ ἂν προσείμην, ἔφη, ἄνδρα καὶ αὐτὸν ἀνδρὸς δεόμενον. εἶτα ἐν τοιούτοις ὄντι σοι ὀνομάτων μέλει καὶ γελᾷς καὶ τῶν ἄλλων καταπτύεις, εἰκότως· οὐ γὰρ ἂν ἅπαντες ὅμοιά σοι λέγειν δυναίμεθα. πόθεν; τίς οὕτως ἐν λόγοις μεγαλότολμος, ὡς ἐπὶ μὲν τοὺς τρεῖς μοιχοὺς ἀντὶ ξίφους τρίαιναν αἰτεῖν; τὸν δὲ Θεόπομπον ἐπὶ τῷ Τρικαράνῳ κρίνοντα φάναι τριγλώχινι λόγῳ καθῃρηκέναι αὐτὸν τὰς προὐχούσας πόλεις; καὶ πάλιν, ἐκτριαινῶσαι αὐτὸν τὴν Ἑλλάδα καὶ εἶναι Κέρβερον ἐν τοῖς λόγοις; πρῴην γὰρ καὶ λύχνον ἅψας ἐζήτεις ἀδελφόν τινα, οἶμαι, ἀπολωλότα· καὶ ἄλλα μυρία, ὧν οὐδὲ μεμνῆσθαι ἄξιον, ἢ μόνου ἐκείνου, ὅπερ οἱ ἀκούσαντες ἀπεμνημόνευον. πλούσιός τις, οἶμαι, καὶ δύο πένητες ἦσαν ἐχθροί· εἶτα μεταξὺ περὶ τοῦ πλουσίου λέγων, ἀπέκτεινεν, ἔφης, θάτερον τῶν πενήτων. γελασάντων δέ, ὡς τὸ εἰκός, τῶν παρόντων, ἐπανορθούμενος δὴ σὺ καὶ ἀνατιθέμενος τὸ διημαρτημένον, οὐ μὲν οὖν, ἔφης, ἀλλὰ ἅτερον αὐτῶν ἀπέκτεινεν. ἐῶ τὰ ἀρχαῖα, τὸ τριῶν μηνοῖν καὶ τὸ ἀνηνεμία καὶ τὸ πέταμαι καὶ ἐκχύνειν καὶ ὅσα ἄλλα καλὰ τοῖς σοῖς λόγοις ἐπανθεῖ. ἃ μὲν γὰρ ὑπὸ τῆς πενίας ἐλαυνόμενος ποιεῖς, Ἀδράστεια φίλη, οὐκ ἄν τινι ὀνειδίσαιμι. συγγνωστὰ γοῦν εἴ τις λιμῷ πιεζόμενος παρακαταθήκας παρʼ ἀνδρὸς πολίτου λαβὼν εἶτα ἐπιώρκησεν ἦ μὴν μὴ παρειληφέναι, ἢ εἴ τις ἀναισχύντως αἰτεῖ, μᾶλλον δὲ προσαιτεῖ καὶ λωποδυτεῖ καὶ τελωνεῖ. οὐ δὴ λέγω ταῦτα· φθόνος γὰρ οὐδεὶς ἐξ ἅπαντος ἀμύνεσθαι τὴν ἀπορίαν. ἐκεῖνο δὲ οὐκέτι φορητόν, πένητά σε ὄντα ἐς μόνας τὰς τοιαύτας ἡδονὰς ἐκχεῖν τὰ ἐκ τῆς ἀναισχυντίας περιγιγνόμενα. πλὴν ἕν ἕν Bekker: εἴ MSS. γέ τι καὶ ἐπαινέσαι μοι δώσεις, πάνυ ἀστείως ὑπὸ σοῦ πεπραγμένον, ὁπότε τοῦ Τισίου τὴν τέχνην οἶσθα ὡς τὸ δυσκόρακος ἔργον αὐτὸς ἐποίησας, ἐξαρπάσας τοῦ ἀνοήτου ἐκείνου πρεσβύτου χρυσοῦς τριάκοντα, ὁ δὲ διὰ τὸν Τισίαν ἀντὶ τοῦ βιβλίου πεντήκοντα καὶ ἑπτακοσίας ἐξέτισε κατασοφισθείς.