<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg049.perseus-grc2" n="23"><p rend="align(indent)"> οὐ περὶ πόδα οὖν τῷ τοιούτῳ, εἰπέ μοι, ἀποφράδα ὀνομάζεσθαι; ἀλλὰ τί, πρὸς Διός, καὶ φιλῆσαι τῷ στόματι προσέτι ἀξιώσεις ἡμᾶς ἐπʼ ἐκείνοις τοῖς ἔργοις; τοῦτο γοῦν τὸ ὑβριστότατον ποιεῖς, καὶ μάλιστα πρὸς οὓς ἥκιστα ἐχρῆν, καὶ τοὺς ὁμιλητάς, οἷς ἱκανὰ ἦν ἐκεῖνα μόνα τὰ κακὰ τοῦ σοῦ στόματος ἀπολαύειν, τὸ βάρβαρον τῶν ὀνομάτων, τὸ τραχὺ τῆς φωνῆς, τὸ ἄκριτον, τὸ ἄτακτον, <pb n="v.5.p.400"/> τὸ πάντῃ ἄμουσον, καὶ τὰ τοιαῦτα· φιλῆσαι δέ σε ἐπὶ τούτοις μὴ γένοιτο, ὦ ἀλεξίκακε. ἀσπίδα μᾶλλον ἢ ἔχιδναν φιλῆσαι ἄμεινον. δῆγμα ἐκεῖ τὸ κινδύνευμα, καὶ ἄλγημα, καὶ ὁ ἰατρὸς εἰσκληθεὶς <corr>ἐπήμυνεν·</corr> ἀπὸ δὲ τοῦ σοῦ φιλήματος καὶ τοῦ ἰοῦ ἐκείνου τίς ἂν ἢ ἱεροῖς ἢ βωμοῖς προσέλθοι; τίς δʼ ἂν θεὸς ἐπακούσειεν ἔτι εὐχομένου; πόσων περιρραντηρίων, πόσων ποταμῶν δεῖ; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg049.perseus-grc2" n="24"><p rend="align(indent)"> καὶ τοιοῦτος αὐτὸς ὢν κατεγέλας τῶν ἄλλων ἐπʼ ὀνόμασι καὶ ῥήμασιν, ἔργα τοιαῦτα καὶ τηλικαῦτα ἐργαζόμενος. καίτοι ἐγὼ μὲν ἀποφράδα μὴ εἰδὼς ᾐσχυνόμην ἂν μᾶλλον, οὐχ ὅπως εἰπὼν ἀρνηθείην <corr>ἄν·</corr> σὲ δὲ οὐδεὶς ᾐτιάσατο ἡμῶν βρωμολόγους λέγοντα καὶ τροπομάσθλητας καὶ ῥησιμετρεῖν καὶ ἀθηνιῶ<note xml:lang="mul" type="footnote" n="v.5.p.400.n.1">ἀθηνιῶ After ἀθηνιῶ MSS. have τὸ Ἀθηπῶν ἐπιθυμῶ, omitted in ed. Flor., 1496.</note> καὶ ἀνθοκρατεῖν καὶ σφενδικίζειν καὶ χειροβλιμᾶσθαι.<note xml:lang="mul" type="footnote" n="v.5.p.400.n.2">χειροβλήμαοθαι MSS., corrected by Cobet.</note> κακὸν κακῶς σε ὁ λόγιος Ἑρμῆς ἐπιτρίψειεν αὐτοῖς λόγοις. ποῦ γὰρ ταῦτα τῶν βιβλίων εὑρίσκεις; ἐν γωνίᾳ που τάχα τῶν ἰαλέμων τινὸς ποιητῶν κατορωρυγμένα, εὐρῶτος καὶ ἀραχνίων μεστά, ἤ που ἐκ τῶν Φιλαινίδος Δέλτων, ἃς διὰ χειρὸς ἔχεις. σοῦ μέντοι καὶ τοῦ σοῦ στόματος ἄξια. </p></div></div></body></text></TEI>