<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg049.perseus-grc2" n="17"><p rend="align(indent)"> ἡμεῖς δὲ καὶ τοὺς χωλοὺς τῷ δεξιῷ ἐκτρεπόμεθα, καὶ μάλιστα εἰ ἕωθεν ἴδοιμεν αὐτούς· κἂν εἴ τις βάκηλον ἢ εὐνοῦχον ἴδοι ἢ πίθηκον εὐθὺς ἐξιὼν τῆς οἰκίας, ἐπὶ πόδα ἀναστρέφει καὶ ἐπανέρχεται, οὐκ ἀγαθὰς μαντευόμενος τὰς ἐφημέρους ἐκείνας<note xml:lang="mul" type="footnote" n="v.5.p.392.n.1">ἐφ' ἡμέρος ἐκείνης Herwerden.</note> πράξεις ἔσεσθαι αὑτῷ ὑπὸ πονηρῷ τῷ πρώτῳ καὶ δυσφήμῳ κληδονίσματι. ἐν ἀρχῇ δὲ καὶ ἐν θύραις καὶ ἐπὶ τῇ πρώτῃ ἐξόδῳ καὶ ἕωθεν τοῦ ἅπαντος ἔτους εἴ τις ἴδοι κίναιδον καὶ ἀπόρρητα ποιοῦντα καὶ πάσχοντα, ἐπίσημον ἐπὶ τούτῳ καὶ ἀπερρωγότα καὶ μονονουχὶ τοὔνομα τῶν ἔργων αὐτῶν ὀνομαζόμενον, ἀπατεῶνα, γόητα, ἐπίορκον, ὄλεθρον, κύφωνα, βάραθρον, μὴ φύγῃ μηδʼ εἰκάσῃ τοῦτον ἀποφράδι ἡμέρᾳ; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg049.perseus-grc2" n="18"><p rend="align(indent)"> ἀλλʼ οὐχὶ σὺ τοιοῦτος; οὐκ ἂν ἔξαρνος γένοιο, εἰ ἐγὼ τὴν ἀνδρείαν οἶδα τὴν σήν, ὅς γε καὶ μέγα φρονεῖν ἐπὶ τούτῳ μοι δοκεῖς, ὅτι μὴ ἀπόλλυταί <pb n="v.5.p.394"/> σοι ἡ δόξα τῶν ἔργων, ἀλλὰ πᾶσι δῆλος εἶ καὶ περιβόητος. εἰ δὲ καὶ ὁμόσε χωρήσειας καὶ ἀρνήσαιο μὴ τοιοῦτος εἶναι, τίσι πιστὰ ἐρεῖς; τοῖς πολίταις τοῖς σοῖς (ἐκεῖθεν γὰρ ἄρχεσθαι δίκαιον); ἀλλὰ ἴσασιν ἐκεῖνοι τὰς πρώτας σου τροφάς, καὶ ὡς παραδοὺς σεαυτὸν τῷ ὀλέθρῳ ἐκείνῳ στρατιώτῃ συμπεριεφθείρου πάντα ὑπηρετῶν, ἄχρι δή σε, τὸ τοῦ λόγου τοῦτο, ῥάκος πολυσχιδὲς ἐργασάμενος ἐξέωσεν. </p></div></div></body></text></TEI>