εἶπον ἂν καὶ τοὺς πρὸ ἡμῶν κεχρημένους τῷ ὀνόματι, εἰ μὴ καὶ ταύτῃ σε διαταράξειν ἔμελλον, ξένα σοι καὶ ἄγνωστα ποιητῶν καὶ ῥητόρων καὶ συγγραφέων ὀνόματα διεξιών. μᾶλλον δὲ οὐδʼ ἐγώ σοι τοὺς εἰπόντας ἐρῶ, πάντες γὰρ ἴσασιν, ἀλλὰ σύ μοι ἕνα τῶν πάλαι δείξας οὐ κεχρημένον τῷ ὀνόματι, χρυσοῦς, φασίν, ἐν Ὀλυμπίᾳ στάθητι. στάθητι (M?) ed. Flor.: στάχυσι(ν) ΕΓΝ: στάχυας Α. Cf. Plato, Phaedrus, 236 B. καίτοι ὅστις γέρων ὢν καὶ ἀφῆλιξ τὰ τοιαῦτα ἀγνοεῖ, δοκεῖ μοι καὶ ὅτι Ἀθῆναι πόλις ἐστὶν ἐν τῇ Ἀττικῇ καὶ Κόρινθος ἐπὶ τῷ Ἰσθμῷ καὶ Σπάρτη ἐν Πελοποννήσῳ μὴ εἰδέναι. λοιπὸν ἴσως ἐκεῖνό σοι λέγειν, ὡς τὸ μὲν ὄνομα ᾔδεις, τὴν δὲ χρῆσιν αὐτοῦ ἄκαιρον ᾐτιάσω. φέρε δὴ καὶ ὑπὲρ τούτου πρὸς σὲ ἀπολογήσομαι τὰ εἰκότα, σὺ δὲ προσέχειν τὸν νοῦν, εἰ μὴ πάνυ ὀλίγον σοι μέλει τοῦ μηδὲν εἰδέναι. οἱ πάλαι πολλὰ τοιαῦτα πρὸ ἡμῶν ἀπέρριψαν ἐς τοὺς σοὶ ὁμοίους ἕκαστοι τοὺς τότε — ἦσαν γὰρ καὶ τότε, ὡς τὸ εἰκός, βδελυροί τινες ἐς τὰ ἤθη καὶ μιαροὶ καὶ κακοήθεις τὸν τρόπον — καὶ ὁ μὲν κόθορνόν τινα εἶπεν, εἰκάσας αὐτοῦ τὸν βίον ἀμφίβολον ὄντα τοῖς τοιούτοις ὑποδήμασιν, ὁ δὲ λύμην, λύμην Harmon: λυπάην MSS. except Α, which has λυπάδην. ὅτι τὰς ἐκκλησίας θορυβώδης ῥήτωρ ὢν ἐπετάραττεν, ὁ δὲ ἑβδόμην, ὅτι ὥσπερ οἱ παῖδες ἐν ταῖς ἑβδόμαις κἀκεῖνος ἐν ταῖς ἐκκλησίαις ἔπαιζεν καὶ διεγέλα καὶ παιδιὰν ἐποιεῖτο τὴν σπουδὴν τοῦ δήμου. μὴ δῷς οὖν κἀμοί, πρὸς Ἀδώνιδος, εἰκάσαι παμπόνηρον ἄνθρωπον, ἁπάσῃ κακίᾳ σύντροφον, ἡμέρᾳ δυσφήμῳ καὶ ἀπαισίῳ;