<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg049.perseus-grc2" n="11"><p> μᾶλλον δέ, ταῦτα μὲν μηδέπω, περὶ δὲ τῆς ἀποφράδος πρότερον.</p><p rend="align(indent)"> εἰπὲ γάρ μοι, πρὸς πανδήμου καὶ Γενετυλλίδων καὶ Κυβήβης,<note xml:lang="mul" type="footnote" n="v.5.p.386.n.1">κυβίβης MSS. (κυβικῆς Γ).</note> πῇ σοι μεμπτὸν καὶ γέλωτος ἄξιον τοὔνομα εἶναι ἔδοξεν ἡ <corr>ἀποφράς;</corr> νὴ Δίʼ, οὐ γὰρ ἦν τῶν Ἑλλήνων ἴδιον, ἀλλά ποθεν ἐπεισκωμάσαν αὐτοῖς ἀπὸ τῆς πρὸς Κελτοὺς ἢ Θρᾷκας ἢ Σκύθας ἐπιμιξίας, σὺ δὲ — ἅπαντα γὰρ οἶσθα τὰ τῶν Ἀθηναίων — ἐξέκλεισας τοῦτο εὐθὺς καὶ ἐξεκήρυξας τοῦ Ἑλληνικοῦ, καὶ ὁ γέλως ἐπὶ τούτῳ, ὅτι βαρβαρίζω καὶ ξενίζω καὶ ὑπερβαίνω τοὺς ὅρους τοὺς Ἀττικούς.</p><p rend="align(indent)"> καὶ μὴν τί ἄλλο οὕτως Ἀθηναίοις ἐπιχώριον ὡς τουτὶ τοὔνομα, φαῖεν ἂν οἵ γε σοῦ μᾶλλον τὰ τοιαῦτα εἰδότες· ὥστε θᾶττον ἂν Ἐρεχθέα καὶ τὸν Κέκροπα ξένους ἀποφήναις καὶ ἐπήλυδας τῶν Ἀθηνῶν ἢ τὴν ἀποφράδα δείξειας οὐκ οἰκείαν καὶ αὐτόχθονα τῆς Ἀττικῆς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg049.perseus-grc2" n="12"><p> πολλὰ μὲν γάρ ἐστιν ἃ καὶ αὐτοὶ κατὰ ταὐτὰ τοῖς πᾶσιν ἀνθρώποις ὀνομάζουσιν, ἀποφράδα δὲ μόνοι ἐκεῖνοι τὴν μιαρὰν καὶ ἀπευκτὴν καὶ ἀπαίσιον καὶ ἄπρακτον καὶ σοὶ ὁμοίαν ἡμέραν. ἰδού, καὶ μεμάθηκας ἤδη ὁδοῦ πάρεργον τί βούλεται αὐτοῖς ἡ ἀποφρὰς ἡμέρα.</p><pb n="v.5.p.388"/><p rend="align(indent)">Ὅταν μήτε αἱ ἀρχαὶ χρηματίζωσι μήτε εἰσαγώγιμοι αἱ δίκαι ὦσι μήτε τὰ ἱερὰ ἱερουργῆται μήθʼ ὅλως τι τῶν αἰσίων τελῆται, αὕτη ἀποφρὰς ἡμέρα. </p></div></div></body></text></TEI>