<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" n="6"><p> οἱ δὲ καὶ ἄλλα ἐμήσαντο πολλὸν μέζω <corr>τουτέων·</corr> ἐκ γὰρ δὴ τοῦ παντὸς ἠέρος καὶ ἀστέρων τῶν ἄλλων ἀπλανέων τε καὶ εὐσταθέων<note xml:lang="mul" type="footnote" n="v.5.p.352.n.1">εὐσταθέων: Florentine ed. (1496): εὐπαθέων MSS.</note>  καὶ οὐδαμὰ κινεομένων δυώδεκα μοίρας ἐτάμοντο τοῖσι<note xml:lang="mul" type="footnote" n="v.5.p.352.n.2">ἐν τοῖσι. MSS: ἐν excised by Jacobitz.</note>  κινεομένοισι, καὶ οἰκία <gap reason="lost" rend="..."/><note xml:lang="mul" type="footnote" n="v.5.p.352.n.3">οἰκία Lacuna in Γ (9 letters) E (12 —14). Probably οἰκία ═ οἴκους; i.e., planetary houses, cf. οἰκοδεοποτέουσι, § 20. Read καὶ οἰκία οὐνόμασαν, τὸ δʼ εἶδος ζῷα ἐόντα.</note> ζῷα ἐόντα ἕκαστον αὐτῶν ἐς ἄλλην μορφὴν μεμιμέαται, τὰ μὲν ἐνάλια, τὰ δὲ ἀνθρώπων, τὰ δὲ θηρῶν, τὰ δὲ πτηνῶν, τὰ δὲ κτηνέων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" n="7"><p rend="align(indent)"> ἀπὸ τέω δὴ καὶ ἱερὰ τὰ Αἰγύπτια πολυειδέα ποιέεται· οὐ γὰρ πάντες Αἰγύπτιοι ἐκ τῶν δυώδεκα μοιρέων πασέων ἐμαντεύοντο, ἄλλοι δὲ ἀλλοίῃσι μοίρῃσιν ἐχρέοντο, καὶ κριὸν μὲν σέβουσιν ὁκόσοι ἐς κριὸν ἀπέβλεπον, ἰχθύας δὲ οὐ σιτέονται ὁκόσοι ἰχθύας ἐπεσημήναντο, οὐδὲ τράγον κτείνουσιν ὅσοι αἰγόκερων ᾔδεσαν, καὶ οἱ ἄλλοι τὰ ἄλλα ὡς ἕκαστοι ἱλάσκονται. ναὶ μὴν καὶ ταῦρον ἐς τιμὴν τοῦ ἠερίου ταύρου σεβίζονται, καὶ ὁ Ἆπις αὐτοῖς χρῆμα ἱερώτατον τὴν χώρην ἐπινέμεται καί οἱ ἐκεῖ μαντήιόν γε<note xml:lang="mul" type="footnote" n="v.5.p.352.n.4">γς N: τε ΓΕΩΖ.</note>  ἀνατιθέασιν σημήιον τῆς ἐκείνου τοῦ ταύρου μαντικῆς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" n="8"><p rend="align(indent)"> οὐ μετὰ πολλὸν δὲ καὶ Λίβυες ἐπέβησαν τοῦ λόγου· καὶ γὰρ τὸ Λιβύων μαντήιον τὸ Ἄμμωνος, καὶ τοῦτο ἐς τὸν ἠέρα καὶ ἐς τὴν τούτου σοφίην <pb n="v.5.p.354"/> ἵδρυτο,<note xml:lang="mul" type="footnote" n="v.5.p.354.n.1">εἴρητο MSS.: ἵδρυτο K. G. P. Schwartz.</note> παρʼ ὃ<note xml:lang="mul" type="footnote" n="v.5.p.354.n.2">παρὰ MSS.: παρ' ὃ Gesner.</note> τὸν Ἄμμωνα καὶ οὗτοι κριοπρόσωπον  ποιέονται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" n="9"><p>ἔγνωσαν δὲ τούτων ἕκαστα καὶ Βαβυλώνιοι, οὗτοι μέν, λέγουσιν, καὶ πρὸ τῶν ἄλλων, ἐμοὶ δὲ δοκέει, πολλὸν ὕστερον ἐς τούτους ὁ λόγος ἀπίκετο. </p></div></div></body></text></TEI>