<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" n="6"><p> οἱ δὲ καὶ ἄλλα ἐμήσαντο πολλὸν μέζω <corr>τουτέων·</corr> ἐκ γὰρ δὴ τοῦ παντὸς ἠέρος καὶ ἀστέρων τῶν ἄλλων ἀπλανέων τε καὶ εὐσταθέων<note xml:lang="mul" type="footnote" n="v.5.p.352.n.1">εὐσταθέων: Florentine ed. (1496): εὐπαθέων MSS.</note>  καὶ οὐδαμὰ κινεομένων δυώδεκα μοίρας ἐτάμοντο τοῖσι<note xml:lang="mul" type="footnote" n="v.5.p.352.n.2">ἐν τοῖσι. MSS: ἐν excised by Jacobitz.</note>  κινεομένοισι, καὶ οἰκία <gap reason="lost" rend="..."/><note xml:lang="mul" type="footnote" n="v.5.p.352.n.3">οἰκία Lacuna in Γ (9 letters) E (12 —14). Probably οἰκία ═ οἴκους; i.e., planetary houses, cf. οἰκοδεοποτέουσι, § 20. Read καὶ οἰκία οὐνόμασαν, τὸ δʼ εἶδος ζῷα ἐόντα.</note> ζῷα ἐόντα ἕκαστον αὐτῶν ἐς ἄλλην μορφὴν μεμιμέαται, τὰ μὲν ἐνάλια, τὰ δὲ ἀνθρώπων, τὰ δὲ θηρῶν, τὰ δὲ πτηνῶν, τὰ δὲ κτηνέων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" n="7"><p rend="align(indent)"> ἀπὸ τέω δὴ καὶ ἱερὰ τὰ Αἰγύπτια πολυειδέα ποιέεται· οὐ γὰρ πάντες Αἰγύπτιοι ἐκ τῶν δυώδεκα μοιρέων πασέων ἐμαντεύοντο, ἄλλοι δὲ ἀλλοίῃσι μοίρῃσιν ἐχρέοντο, καὶ κριὸν μὲν σέβουσιν ὁκόσοι ἐς κριὸν ἀπέβλεπον, ἰχθύας δὲ οὐ σιτέονται ὁκόσοι ἰχθύας ἐπεσημήναντο, οὐδὲ τράγον κτείνουσιν ὅσοι αἰγόκερων ᾔδεσαν, καὶ οἱ ἄλλοι τὰ ἄλλα ὡς ἕκαστοι ἱλάσκονται. ναὶ μὴν καὶ ταῦρον ἐς τιμὴν τοῦ ἠερίου ταύρου σεβίζονται, καὶ ὁ Ἆπις αὐτοῖς χρῆμα ἱερώτατον τὴν χώρην ἐπινέμεται καί οἱ ἐκεῖ μαντήιόν γε<note xml:lang="mul" type="footnote" n="v.5.p.352.n.4">γς N: τε ΓΕΩΖ.</note>  ἀνατιθέασιν σημήιον τῆς ἐκείνου τοῦ ταύρου μαντικῆς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" n="8"><p rend="align(indent)"> οὐ μετὰ πολλὸν δὲ καὶ Λίβυες ἐπέβησαν τοῦ λόγου· καὶ γὰρ τὸ Λιβύων μαντήιον τὸ Ἄμμωνος, καὶ τοῦτο ἐς τὸν ἠέρα καὶ ἐς τὴν τούτου σοφίην <pb n="v.5.p.354"/> ἵδρυτο,<note xml:lang="mul" type="footnote" n="v.5.p.354.n.1">εἴρητο MSS.: ἵδρυτο K. G. P. Schwartz.</note> παρʼ ὃ<note xml:lang="mul" type="footnote" n="v.5.p.354.n.2">παρὰ MSS.: παρ' ὃ Gesner.</note> τὸν Ἄμμωνα καὶ οὗτοι κριοπρόσωπον  ποιέονται. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" n="9"><p>ἔγνωσαν δὲ τούτων ἕκαστα καὶ Βαβυλώνιοι, οὗτοι μέν, λέγουσιν, καὶ πρὸ τῶν ἄλλων, ἐμοὶ δὲ δοκέει, πολλὸν ὕστερον ἐς τούτους ὁ λόγος ἀπίκετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg048.perseus-grc2" n="10"><p rend="align(indent)"> Ἕλληνες δὲ οὔτε παρʼ Αἰθιόπων οὔτε παρʼ Αἰγυπτίων ἀστρολογίης πέρι οὐδὲν ἤκουσαν, ἀλλὰ σφίσιν Ὀρφεὺς ὁ Οἰάγρου καὶ Καλλιόπης πρῶτος τάδε ἀπηγήσατο, οὐ μάλα ἐμφανέως, οὐδὲ ἐς φάος τὸν λόγον προήνεγκεν, ἀλλʼ ἐς γοητείην καὶ ἱερολογίην, οἵη διανοίη ἐκείνου. πηξάμενος γὰρ λύρην ὄργιά τε ἐποιέετο καὶ τὰ ἱερὰ ἤειδεν· ἡ δὲ λύρη ἑπτάμιτος ἐοῦσα τὴν τῶν κινεομένων ἀστέρων ἁρμονίην συνεβάλλετο. ταῦτα Ὀρφεὺς διζήμενος καὶ ταῦτα ἀνακινέων πάντα ἔθελγεν καὶ πάντων <corr>ἐκράτεεν·</corr> οὐ γὰρ ἐκείνην τὴν λύρην ἔβλεπεν οὐδέ οἱ ἄλλης ἔμελε μουσουργίης, ἀλλʼ αὕτη Ὀρφέος ἡ μεγάλη λύρη, Ἕλληνές τε τάδε τιμέοντες μοίρην ἐν τῷ οὐρανῷ<note xml:lang="mul" type="footnote" n="v.5.p.354.n.3">ἐν αὐτῷ οὐρανῷ MSS.: τῷ for αὐτῷ Harmon.</note>  ἀπέκριναν καὶ ἀστέρες πολλοὶ καλέονται λύρη Ὀρφέος.</p><p rend="align(indent)"> ἢν δέ κοτε Ὀρφέα ἴδῃς ἢ λίθοισιν ἢ <corr>χροιῇ</corr> μεμιμημένον, μέσῳ ἕζεται ἴκελος ἀείδοντι, μετὰ <pb n="v.5.p.356"/> χερσὶν ἔχων τὴν λύρην, ἀμφὶ δέ μιν ζῷα μυρία ἕστηκεν, ἐν οἷς καὶ ταῦρος καὶ ἄνθρωπος καὶ λέων καὶ τῶν ἄλλων<note xml:lang="mul" type="footnote" n="v.5.p.356.n.1">ἄλλων omitted in all MSS. except C.</note> ἕκαστον. εὖτʼ ἂν ἐκεῖνα ἴδῃς, μέμνησό μοι τουτέων, κοίη ἐκείνου ἀοιδή, κοίη δὲ καὶ ἡ λύρη, κοῖος δὲ καὶ ταῦρος ἢ ὁκοῖος λέων Ὀρφέος ἐπαΐουσιν. ἢν δὲ τὰ λέγω αἴτια γνοίης, σὺ δὲ καὶ ἐν τῷ οὐρανῷ δέρκεο ἕκαστον τουτέων. </p></div></div></body></text></TEI>