Λυκῖνος ἐν τούτοις ἦν τοῖς δικασταῖς ἡ διατριβή· καὶ τὸ κεφάλαιον ἤδη τοῦ σκέμματος τοῦτο ἐτύγχανεν, ἐτύγχανεν Harmon: MSS. add εἶναι (ὄν ΩΓ by correction). Cf. Fugit., 32. εἰ δοκιμαστέος εὐνοῦχος ἐπὶ φιλοσοφίαν παραγγέλλων παραγγέλλων Γ1: παραγέλλειν NΓcE2: παρελθών 1 παρελθεῖν Ω margin, late hand. καὶ νέων προστασίαν ἐγχειρισθῆναι ἀξιῶν, τοῦ μὲν καὶ σχῆμα καὶ σώματος εὐμοιρίαν προσεῖναι φιλοσόφῳ δεῖν λέγοντος, καὶ τὸ μέγιστον, πώγωνα βαθὺν ἔχειν αὐτὸν καὶ τοῖς προσιοῦσι καὶ μανθάνειν βουλομένοις ἀξιόπιστον καὶ πρέποντα ταῖς μυρίαις ἃς χρὴ παρὰ βασιλέως ἀποφέρεσθαι, τὸ δὲ τοῦ εὐνούχου καὶ τῶν βακήλων χεῖρον εἶναι· τοὺς μὲν γὰρ κἂν πεπειρᾶσθαί ποτε ἀνδρείας, τοῦτον δὲ ἐξ ἀρχῆς εὐθὺς ἀποκεκόφθαι καὶ ἀμφίβολόν τι ζῷον εἶναι κατὰ ταὐτὰ ταῖς κορώναις, αἳ μήτε περιστεραῖς μήτε κόραξιν ἐναριθμοῖντο ἄν,