Λυκῖνος εὖ λέγεις, κἀμὲ ὁμόψηφον ἐν τούτῳ ἔχεις. ἐπεὶ δὲ ἅλις μὲν εἶχον βλασφημιῶν, ἅλις δὲ ἐλέγχων, τὸ τελευταῖον ἤδη ὁ Διοκλῆς ἔφη μηδὲ τὴν ἀρχὴν θεμιτὸν εἶναι τῷ Βαγώᾳ μεταποιεῖσθαι φιλοσοφίας καὶ τῶν ἐπʼ αὐτῇ ἀριστείων εὐνούχῳ γε ὄντι, ἀλλὰ τοὺς τοιούτους οὐχ ὅπως τούτων ἀποκεκλεῖσθαι ἠξίου, ἀλλὰ καὶ ἱερῶν αὐτῶν καὶ περιρραντηρίων καὶ τῶν κοινῶν ἁπάντων συλλόγων, δυσοιώνιστόν τι ἀποφαίνων καὶ δυσάντητον θέαμα, εἴ τις ἕωθεν ἐξιὼν ἐκ τῆς οἰκίας ἴδοι τοιοῦτόν τινα. καὶ πολὺς ἦν ὁ περὶ τούτου λόγος, οὔτε ἄνδρα οὔτε γυναῖκα εἶναι τὸν εὐνοῦχον λέγοντος, ἀλλά τι σύνθετον καὶ μικτὸν καὶ τερατῶδες, ἔξω τῆς ἀνθρωπείας φύσεως. Πάμφιλος καινόν γε τὸ ἔγκλημα φής, ὦ Λυκῖνε, καὶ ἤδη γελᾶν καὶ αὐτός, ὦ ἑταῖρε, προάγομαι τῆς παραδόξου ταύτης κατηγορίας ἀκούων. τί δʼ οὖν ἅτερος; ἆρα τὴν ἡσυχίαν ἤγαγεν, ἤ τι πρὸς ταῦτα καὶ αὐτὸς ἀντειπεῖν ἐτόλμησεν; Λυκῖνος τὰ μὲν πρῶτα ὑπʼ αἰδοῦς καὶ δειλίας — οἰκεῖον γὰρ αὐτοῖς τὸ τοιοῦτον — ἐπὶ πολὺ ἐσιώπα καὶ ἠρυθρία καὶ ἰδίων φανερὸς ἦν, τέλος δὲ λεπτόν τι καὶ γυναικεῖον ἐμφθεγξάμενος οὐ δίκαια ποιεῖν ἔφη τὸν Διοκλέα φιλοσοφίας ἀποκλείοντα εὐνοῦχον ὄντα, ἧς καὶ γυναιξὶ μετεῖναι· καὶ παρήγοντο Ἀσπασία καὶ Διοτίμα καὶ Θαργηλία συνηγορήσουσαι αὐτῷ, καί τις Ἀκαδημαϊκὸς εὐνοῦχος ἐκ Πελασγῶν τελῶν, ἐκ πελασγῶν τελῶν marginal in ΓΕ: ἐκ κελτῶν ΓΕ, vulg. ὀλίγον πρὸ ἡμῶν εὐδοκιμήσας ἐν τοῖς Ἕλλησιν. ὁ Διοκλῆς δὲ κἀκεῖνον αὐτόν, εἰ περιῆν εἰ περιῆν ΩbΓc: εἴπερ ἦν ΩΓ cett. καὶ τῶν ὁμοίων μετεποιεῖτο, εἶρξαι εἶφξαι Γ: εἶρξεν vulg. For the hiatus cf. διατρῖψαι ἄν, § 5. ἂν οὐ καταπλαγεὶς αὐτοῦ τὴν παρὰ τοῖς πολλοῖς δόξαν· καί τινας καὶ αὐτὸς ἀπεμνημόνευε λόγους καὶ πρὸς ἐκεῖνον ὑπό τε Στωϊκῶν καὶ Κυνικῶν μάλιστα εἰρημένους πρὸς τὸ γελοιότερον ἐπὶ τῷ ἀτελεῖ τοῦ σώματος. Λυκῖνος ἐν τούτοις ἦν τοῖς δικασταῖς ἡ διατριβή· καὶ τὸ κεφάλαιον ἤδη τοῦ σκέμματος τοῦτο ἐτύγχανεν, ἐτύγχανεν Harmon: MSS. add εἶναι (ὄν ΩΓ by correction). Cf. Fugit., 32. εἰ δοκιμαστέος εὐνοῦχος ἐπὶ φιλοσοφίαν παραγγέλλων παραγγέλλων Γ1: παραγέλλειν NΓcE2: παρελθών 1 παρελθεῖν Ω margin, late hand. καὶ νέων προστασίαν ἐγχειρισθῆναι ἀξιῶν, τοῦ μὲν καὶ σχῆμα καὶ σώματος εὐμοιρίαν προσεῖναι φιλοσόφῳ δεῖν λέγοντος, καὶ τὸ μέγιστον, πώγωνα βαθὺν ἔχειν αὐτὸν καὶ τοῖς προσιοῦσι καὶ μανθάνειν βουλομένοις ἀξιόπιστον καὶ πρέποντα ταῖς μυρίαις ἃς χρὴ παρὰ βασιλέως ἀποφέρεσθαι, τὸ δὲ τοῦ εὐνούχου καὶ τῶν βακήλων χεῖρον εἶναι· τοὺς μὲν γὰρ κἂν πεπειρᾶσθαί ποτε ἀνδρείας, τοῦτον δὲ ἐξ ἀρχῆς εὐθὺς ἀποκεκόφθαι καὶ ἀμφίβολόν τι ζῷον εἶναι κατὰ ταὐτὰ ταῖς κορώναις, αἳ μήτε περιστεραῖς μήτε κόραξιν ἐναριθμοῖντο ἄν, Λυκῖνος τοῦ δὲ οὐ σωματικὴν λέγοντος εἶναι τὴν κρίσιν, ἀλλὰ τῆς ἁλλὰ τῆς Harmon: ἄλλʼ ἀλκὴν MSS. ψυχῆς καὶ τῆς γνώμης ἐξέτασιν δεῖν γίγνεσθαι καὶ τῆς τῶν δογμάτων ἐπιστήμης. εἶθʼ ὁ Ἀριστοτέλης ἐκαλεῖτο μάρτυς τοῦ λόγου, εἰς ὑπερβολὴν θαυμάσας Ἑρμείαν τὸν εὐνοῦχον τὸν ἐκ τοῦ Ἀταρνέως τύραννον ἄχρι τοῦ καὶ θύειν αὐτῷ κατὰ ταὐτὰ τοῖς θεοῖς. καί τι καὶ ἐτόλμα προστιθέναι ὁ Βαγώας τοιοῦτον, ὡς πολὺ ἐπιτηδειότερος τοῖς νέοις εὐνοῦχος διδάσκαλος οὐδὲ διαβολήν τινα πρὸς αὐτοὺς ἐνδέξασθαι δυνάμενος οὐδὲ τὸ τοῦ Σωκράτους ἐκεῖνο ἔγκλημα παθεῖν ἂν ὡς διαφθείρων τὰ μειράκια. ἐπεὶ δὲ καὶ εἰς τὸ ἀγένειον μάλιστα ἐσκώφθη, χαριέντως τοῦτο, ὡς γοῦν ᾤετο, προσέρριψεν· εἰ γὰρ ἀπὸ πώγωνος, ἔφη, βαθέος κρίνεσθαι δέοι τοὺς φιλοσοφοῦντας, τὸν τράγον ἂν δικαιότερον προκριθῆναι πάντων. Λυκῖνος ἐν τούτῳ τρίτος ἄλλος ὁ θεμιστοκλῆς ΝΓ2 (marginal). παρεστώς — τὸ δὲ ὄνομα ἐν ἀφανεῖ κείσθω — καὶ μήν ἔφη, ὦ ἄνδρες δικασταί, οὑτοσὶ ὁ τὰς γνάθους λεῖος καὶ τὸ φώνημα γυναικεῖος καὶ τὰ ἄλλα εὐνούχῳ ἐοικὼς εἰ ἀποδύσαιτο, πάνυ ἀνδρεῖος ὑμῖν φανεῖται· εἰ δὲ μὴ ψεύδονται οἱ περὶ αὐτοῦ λέγοντες, καὶ μοιχὸς ἑάλω ποτέ, ὡς ὁ ἄξων φησίν, ἄρθρα ἐν ἄρθροις ἔχων. ἀλλὰ τότε μὲν ἐς τὸν εὐνοῦχον ἀναφυγὼν καὶ τοῦτο κρησφύγετον εὑρόμενος ἀφείθη, ἀπιστησάντων τῇ κατηγορίᾳ τῶν τότε δικαστῶν ἀπό γε τῆς φανερᾶς ὄψεως· νῦν δὲ κἂν παλινῳδῆσαί μοι δοκεῖ τοῦ προκειμένου μισθοῦ ἕνεκα.