Λυκῖνος τὸ δʼ οὖν τέλος τῆς δίκης ἐς τοῦτο περιέστη· ἀφέμενος γὰρ ὁ Διοκλῆς τοῦ δεικνύναι τὰ αὑτοῦ μετέβαινεν ἐπὶ τὸν Βαγώαν καὶ διελέγχειν ἐπειρᾶτο μάλιστα τὸν βίον αὐτοῦ· κατὰ ταὐτὰ δὲ καὶ ὁ Βαγώας ἀντεξήταζε τὸν ἐκείνου βίον. Πάμφιλος εἰκότως, ὦ Λυκῖνε· καὶ τὰ πλείω γε τοῦ λόγου περὶ τούτου μᾶλλον ἐχρῆν εἶναι αὐτοῖς· ὡς ἔγωγε, εἰ δικάζων ἐτύγχανον, ἐπὶ τῷ τοιούτῳ τὸ πλεῖον διατρῖψαι ἄν μοι δοκῶ, τὸν ἄμεινον βιοῦντα μᾶλλον ἢ τὸν ἐν τοῖς λόγοις αὐτοῖς προχειρότερον ζητῶν καὶ οἰκειότερον τῇ νίκῃ νομίζων.