Λυκῖνος τὰ μετὰ ταῦτα δὲ ἤδη ἄκουε. πολλοὶ μὲν γὰρ καὶ ἄλλοι τὸν ἐπιτάφιον τοῦ ἀποθανόντος ἐκείνου ἠγωνίζοντο· δύο δὲ μάλιστα ἦσαν οἱ ἀμφήριστοι αὐτῶν, Διοκλῆς τε ὁ πρεσβύτης — οἶσθα ὃν λέγω, τὸν ἐριστικόν — καὶ Βαγώας ὁ εὐνοῦχος εἶναι δοκῶν. τὰ μὲν οὖν τῶν λόγων προηγώνιστο αὐτοῖς καὶ τὴν ἐμπειρίαν ἑκάτερος τῶν δογμάτων ἐπεδέδεικτο καὶ ὅτι τοῦ τοῦ Fritzsche : τῶν MSS. Ἀριστοτέλους καὶ τῶν ἐκείνῳ δοκούντων εἴχετο· καὶ μὰ τὸν Δίʼ οὐδέτερος αὐτῶν ἀμείνων ἦν.