Λυκῖνος τούτων δὴ λεγομένων παρὰ πάντων μὲν γέλως ἐγίγνετο, ὡς τὸ εἰκός. Βαγώας δὲ μᾶλλον ἐταράττετο καὶ παντοῖος ἦν, ἐς μυρία τρεπόμενος τρεπόμενος (Bekker): τραππκόμενος ΓΕ. χρώματα καὶ ψυχρῷ τῷ ἱδρῶτι ῥεόμενος, καὶ οὔτε συγκατατίθεσθαι τῷ περὶ περὶ not in ΩΝ. τῆς μοιχείας ἐγκλήματι καλῶς ἔχειν ᾤετο οὔτε ἀχρεῖον αὑτῷ τὴν κατηγορίαν ταύτην ἐς τὸν παρόντα ἀγῶνα ἡγεῖτο εἶναι. Πάμφιλος γελοῖα, ὦ Λυκῖνε, ὡς ἀληθῶς ταῦτα καὶ ἔοικεν οὐ τὴν τυχοῦσαν ὑμῖν διατριβὴν παρεσχῆσθαι. τὸ δʼ οὖν τέλος τί ἐγένετο καὶ πῶς ἔγνωσαν ὑπὲρ αὐτῶν οἱ δικασταί; Λυκῖνος οὐχ ὁμόψηφοι πάντες ἦσαν, ἀλλʼ οἱ μὲν ἠξίουν ἀποδύσαντας αὐτὸν ὥσπερ τοὺς ἀργυρωνήτους ἐπισκοπεῖν εἰ δύναται δύναται ΓΝ: δόναιτο (EC) vulg. φιλοσοφεῖν τά γε πρὸς τῶν ὄρχεων· οἱ δὲ ἔτι γελοιότερον μεταστειλαμένους τινὰς τῶν ἐξ οἰκήματος γυναικῶν κελεύειν αὐτὸν συνεῖναι καὶ ὀπυίειν, καί τινα τῶν δικαστῶν τὸν πρεσβύτατόν τε καὶ πιστότατον ἐφεστῶτα ὁρᾶν εἰ φιλοσοφεῖ. μετὰ δὲ ἐπεὶ πάντας ὁ γέλως κατεῖχε καὶ οὐδεὶς ὅστις οὐ τὴν γαστέρα ἤλγει βρασσόμενος ὑπʼ αὐτοῦ, ἔγνωσαν ἀναπόμπιμον ἐς τὴν Ἰταλίαν ἐκπέμψαι τὴν δίκην. Λυκῖνος καὶ νῦν ἅτερος μὲν πρὸς τὴν τῶν λόγων ἐπίδειξιν, ὥς φασιν, γυμνάζεται καὶ παρασκευάζεται καὶ κατηγορίαν συγκροτεῖ καὶ τὸ τῆς μοιχείας ἔγκλημα ὑποκινεῖ, ἐναντιώτατον αὑτῷ καὶ οὗτος κατὰ τοὺς φαύλους τῶν ῥητόρων τοῦτο ποιῶν καὶ εἰς τοὺς ἄνδρας τὸν ἀντίδικον ἐκ τοῦ ἐγκλήματος καταλέγων· τῷ Βαγώᾳ δὲ ἕτερα, ὥς φασι, μέλει καὶ ἀνδρίζεται τὰ πολλὰ καὶ διὰ χειρὸς ἔχει τὸ πρᾶγμα καὶ τέλος κρατήσειν ἐλπίζει ἢν ἐπιδείξῃ ὡς οὐδὲν χείρων ἐστὶν τῶν τὰς ἵππους ἀναβαινόντων ὄνων. αὕτη γάρ, ὦ ἑταῖρε, φιλοσοφίας ἀρίστη κρίσις ἔοικεν εἶναι καὶ ἀπόδειξις ἀναντίλεκτος. ὥστε καὶ τὸν υἱὸν — ἔτι δέ μοι κομιδῇ νέος ἐστίν — εὐξαίμην ἂν οὐ τὴν γνώμην οὐδὲ τὴν γλῶτταν ἀλλὰ τὸ αἰδοῖον ἕτοιμον ἐς φιλοσοφίαν ἔχειν.