<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg047.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg047.perseus-grc2" n="1"><sp><speaker>Πάμφιλος</speaker><p rend="align(indent)"> πόθεν, ὦ Λυκῖνε, καὶ<note xml:lang="mul" type="footnote" n="v.5.p.330.n.1">καὶ τί Herwerden: ἢ τί MSS.</note> τί γελῶν ἡμῖν ἀφῖξαι; ἀεὶ μὲν γὰρ φαιδρὸς ὢν τυγχάνεις, τουτὶ δὲ πλέον τοῦ συνήθους εἶναί μοι δοκεῖ, ἐφʼ ὅτῳ μηδὲ κατέχειν δυνατὸς εἶ τὸν γέλωτα. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἐξ ἀγορᾶς μὲν ἥκω σοι, ὦ Πάμφιλε· τοῦ γέλωτος δὲ αὐτίκα κοινωνὸν ποιήσομαί σε, ἢν ἀκούσῃς οἵᾳ δίκῃ δικαζομένῃ παρεγενόμην, φιλοσόφων πρὸς ἀλλήλους ἐριζόντων. </p></sp><sp><speaker>Πάμφιλος</speaker><p rend="align(indent)"> καὶ τοῦτο μὲν ὡς ἀληθῶς γελοῖον λέγεις, τὸ φιλοσοφοῦντας δικάζεσθαι πρὸς ἀλλήλους, δέον, εἰ καί τι μέγα εἴη, κατʼ εἰρήνην ἐν σφίσι διαλύεσθαι τὰ ἐγκλήματα. </p></sp></div></div></body></text></TEI>