<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="16"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἅλις, ὦ Λεξίφανες, καὶ ποτοῦ καὶ ἀναγνώσεως. ἐγὼ γοῦν ἤδη μεθύω σοι καὶ ναυτιῶ καὶ ἢν μὴ τάχιστα ἐξεμέσω πάντα ταῦτα ὁπόσα διεξελήλυθας, εὖ ἴσθι, κορυβαντιάσειν μοι δοκῶ περιβομβούμενος ὑφʼ ὧν κατεσκέδασάς μου ὀνομάτων. καίτοι τὸ μὲν πρῶτον γελᾶν ἐπῄει μοι ἐπʼ αὐτοῖς, ἐπειδὴ δὲ πολλὰ καὶ πάντα ὅμοια ἦν, ἠλέουν σε τῆς κακοδαιμονίας ὁρῶν εἰς λαβύρινθον ἄφυκτον ἐμπεπτωκότα καὶ νοσοῦντα νόσον τὴν μεγίστην, μᾶλλον δὲ μελαγχολῶντα.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="17"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ζητῶ οὖν πρὸς ἐμαυτὸν ὁπόθεν τὰ τοσαῦτα κακὰ συνελέξω καὶ ἐν ὁπόσῳ χρόνῳ καὶ ὅπου κατακλείσας εἶχες τοσοῦτον ἐσμὸν ἀτόπων καὶ διαστρόφων ὀνομάτων, ὧν τὰ μὲν αὐτὸς ἐποίησας, τὰ δὲ κατορωρυγμένα ποθὲν ἀνασπῶν κατὰ τὸ ἰαμβεῖον<note xml:lang="mul" type="footnote" n="v.5.p.314.n.2">ἰαμβεῖον Source unknown.</note> <quote rend="blockquote">ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς·</quote> τοσοῦτον βόρβορον συνερανίσας κατήντλησάς μου μηδέν σε δεινὸν εἰργασμένου. δοκεῖς δέ μοι μήτε φίλον τινὰ ἢ οἰκεῖον ἢ εὔνουν ἔχειν μήτε ἀνδρὶ ἐλευθέρῳ πώποτε καὶ παρρησίαν ἄγοντι <pb n="v.5.p.316"/> ἐντετυχηκέναι, ὃς τἀληθὲς εἰπὼν ἔπαυσεν ἄν σε ὑδέρῳ μὲν ἐχόμενον καὶ ὑπὸ τοῦ πάθους διαρραγῆναι κινδυνεύοντα, σαυτῷ δὲ εὔσαρκον εἶναι δοκοῦντα καὶ εὐρωστίαν οἰόμενον τὴν συμφορὰν καὶ ὑπὸ μὲν τῶν ἀνοήτων ἐπαινούμενον ἀγνοούντων ἃ πάσχεις, ὑπὸ δὲ τῶν πεπαιδευμένων εἰκότως ἐλεούμενον.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="18"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent) ; merge">ἀλλʼ εἰς καλὸν γὰρ τουτονὶ Σώπολιν ὁρῶ τὸν ἰατρὸν προσιόντα, φέρε τούτῳ ἐγχειρίσαντές σε καὶ διαλεχθέντες ὑπὲρ τῆς νόσου ἴασίν τινά σοι εὑρώμεθα· συνετὸς γὰρ ἁνὴρ<note xml:lang="mul" type="footnote" n="v.5.p.316.n.1">ἀνὴρ MSS.: corr. Dindorf.</note> καὶ πολλοὺς ἤδη παραλαβὼν ὥσπερ σὲ ἡμιμανεῖς καὶ κορυζῶντας ἀπήλλαξεν ἐγχέας φάρμακον. χαῖρε, Σώπολι, καὶ τουτονὶ Λεξιφάνην παραλαβὼν ἑταῖρον, ὡς οἶσθα, ἡμῖν ὄντα, λήρῳ δὲ νῦν καὶ ξένῃ περὶ τὴν φωνὴν νόσῳ ξυνόντα καὶ κινδυνεύοντα ἤδη τελέως ἀπολωλέναι σῶσον <corr>ἑνί</corr> γέ τῳ τρόπῳ. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="19"><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent)"> μὴ ἐμέ, Σώπολι, ἀλλὰ τουτονὶ Λυκῖνον, ὃς περιφανῶς μακκοᾷ καὶ ἄνδρας πεφρενωμένους ὀλισθογνωμονεῖν οἴεται καὶ κατὰ τὸν Μνησάρχου τὸν Σάμιον σιωπὴν καὶ γλωτταργίαν ἡμῖν ἐπιβάλλει. ἀλλὰ μὰ τὴν ἀναίσχυντον Ἀθηνᾶν καὶ τὸν μέγαν θηριομάχον Ἡρακλέα οὐδʼ ὅσον τοῦ γρῦ καὶ τοῦ φνεῖ φροντιοῦμεν αὐτοῦ· ὀττεύομαι γοῦν μηδὲ ὅλως ἐντυγχάνειν αὐτῷ. ἔοικα δὲ καὶ ῥιναυλήσειν<note xml:lang="mul" type="footnote" n="v.5.p.316.n.2">ῥιναυλήσειν Gesner: ῥιναυστήσειν MSS.</note> τοιαῦτα ἐπιτιμῶντος ἀκούων. <pb n="v.5.p.318"/> καὶ ἤδη γε ἄπειμι παρὰ τὸν ἑταῖρον Κλεινίαν, ὅτι πυνθάνομαι χρόνου ἤδη ἀκάθαρτον εἶναι αὐτῷ τὴν γυναῖκα καὶ ταύτην νοσεῖν, ὅτι μὴ ῥεῖ. ὥστε οὐκέτι οὐδʼ ἀναβαίνει αὐτήν, ἀλλʼ ἄβατος καὶ ἀνήροτός ἐστιν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg046.perseus-grc2" n="20"><sp><speaker>Σώπολις</speaker><p rend="align(indent)"> τί δὲ νοσεῖ, ὦ Λυκῖνε, Λεξιφάνης; </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> αὐτὰ ταῦτα, ὦ Σώπολι. οὐκ ἀκούεις οἷα φθέγγεται; καὶ ἡμᾶς τοὺς νῦν προσομιλοῦντας καταλιπὼν πρὸ χιλίων ἐτῶν ἡμῖν διαλέγεται διαστρέφων τὴν γλῶτταν καὶ ταυτὶ τὰ ἀλλόκοτα συντιθεὶς καὶ σπουδὴν ποιούμενος ἐπʼ αὐτοῖς, ὡς δή τι μέγα ὄν, εἴ τι ξενίζοι καὶ τὸ καθεστηκὸς νόμισμα τῆς φωνῆς παρακόπτοι. </p></sp><sp><speaker>Σώπολις</speaker><p rend="align(indent)"> μὰ Δίʼ οὐ μικράν τινα λέγεις τὴν νόσον, ὦ Λυκῖνε. βοηθητέα γοῦν τῷ ἀνδρὶ πάσῃ μηχανῇ καὶ — κατὰ θεὸν γὰρ τῶν χολώντων<note xml:lang="mul" type="footnote" n="v.5.p.318.n.1">χολώντων Γ (Cobet): χολωτῶν N vulg.</note> τινι φάρμακον τουτὶ κερασάμενος ἀπῄειν, ὡς πιὼν ἐμέσειε — φέρε πρῶτος αὐτὸς πῖθι, ὦ Λεξίφανες, ὡς ὑγιὴς ἡμῖν καὶ καθαρὸς γένοιο, τῆς τοιαύτης τῶν λόγων ἀτοπίας κενωθείς. ἀλλὰ πείσθητί μοι καὶ πῖθι καὶ ῥᾴων ἔσῃ. </p></sp><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent)"> οὐκ οἶδʼ ὃ καὶ δράσετέ με, ὦ Σώπολι, σύ τε καὶ Λυκῖνος, πιπίσκοντες τουτουὶ τοῦ φαρμάκου. δέδοικα γοῦν μὴ πῶμα<note xml:lang="mul" type="footnote" n="v.5.p.318.n.2">πτῶμα N, edd. But πῶμα is used by Lexiphanes in the sense of “id,” πόμα as Attic for “drink.”</note> γένοιτό μοι τοῦτο τῶν λόγων τὸ πόμα.  </p></sp><pb n="v.5.p.320"/><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> πῖθι καὶ μὴ μέλλε, ὡς ἀνθρώπινα ἤδη φρονοίης καὶ λέγοις. </p></sp><sp><speaker>Λεξιφάνης</speaker><p rend="align(indent)"> ἰδοὺ πείθομαι καὶ πίομαι. φεῦ, τί τοῦτο; πολὺς ὁ βορβορυγμός. ἐγγαστρίμυθόν τινα ἔοικα πεπωκέναι. </p></sp></div></div></body></text></TEI>