Λεξιφάνης ἐμὲ δέ, ἦ δʼ ὃς ὁ Εὔδημος, ὑπὸ τὸ ἀκροκνεφὲς μετεστείλατο Δαμασίας ὁ πάλαι μὲν ἀθλητὴς καὶ πολυνίκης, νῦν δὲ ἤδη ὑπὸ γήρως ἔξαθλος ὤν· οἶσθα τὸν χαλκοῦν τὸν τὸν is excised by Headlam and Herwerden, but to do that, I think, is to retouch Lucianʼs picture of Lexiphanes. ἑστῶτα ἐν τῇ ἀγορᾷ. καὶ τὰ μὲν πιττῶν τὰ δὲ εὕων διετέλεσεν Seiler: διετέλεσα MSS. διετέλεσεν, ἐξοικιεῖν γὰρ ἔμελλε τήμερον εἰς ἀνδρὸς τὴν θυγατέρα καὶ ἤδη ἐκάλλυνεν αὐτήν. εἶτα Τερμέριόν Τερμέριόν N (Cobet): μερμέριόν ΓEA. τι κακὸν ἐμπεσὸν διέκοψε τὴν ἑορτήν· ὁ γὰρ υἱὸς αὐτοῦ ὁ Δίων, οὐκ οἶδʼ ἐφʼ ὅτῳ λυπηθείς, μᾶλλον δὲ θεοσεχθρίᾳ σχεθείς, ἀπῆγξεν ἑαυτόν, καὶ εὖ ἴστε, ἀπωλώλει ἄν, εἰ μὴ ἐγὼ ἐπιστὰς ἀπηγχόνισά τε αὐτὸν καὶ παρέλυσα τῆς ἐμβροχῆς, ἐπὶ πολύ τε ὀκλὰξ παρακαθήμενος ἐπένυσσον ἐπένυσσον Ν: ἐπίνυσσον ΓΕ: ἐπινύσσων Ω. τὸν ἄνθρωπον, βαυκαλῶν καὶ διακωδωνίζων, μή πῃ ἔτι συνεχὴς εἴη τὴν φάρυγγα. τὸ δὲ μάλιστα ὀνῆσαν ἐκεῖνο ἦν, ὅτι ἀμφοτέραις κατασχὼν αὐτοῦ τὰ ἄκρα διεπίεσα. Λεξιφάνης μῶν ἐκεῖνον, ἦν δʼ ἐγώ, φὴς Δίωνα τὸν καταπύγονα καὶ λακκοσχέαν, τὸν μύρτωνα καὶ σχινοτρώκταν νεανίσκον, ἀναφλῶντα καὶ βλιμάζοντα, ἤν τινα πεώδη καὶ πόσθωνα αἴσθηται; μίνθων μίνθων Bekker, Mras: μιν ἐών ΓΝΕ: βινέων Ω(?). Mras compares Philod., de Vitiis, p. 37 Jensen. ἐκεῖνός γε καὶ λαικαλέος. ἀλλὰ τοί γε τὴν θεόν, ἦ δʼ ὃς ὁ Εὔδημος, θαυμάσας — Ἄρτεμις γάρ ἐστιν αὐτοῖς ἐν μέσῃ τῇ αὐλῇ, Σκοπάδειον ἔργον — ταύτῃ προσπεσόντες ὅ τε Δαμασίας καὶ ἡ γυνὴ αὐτοῦ, πρεσβῦτις ἤδη καὶ τὴν κεφαλὴν πολιὰς ἀκριβῶς, ἱκέτευον ἐλεῆσαι σφᾶς· ἡ δὲ αὐτίκα ἐπένευσεν, καὶ σῶς ἦν, καὶ νῦν Θεόδωρον, μᾶλλον δὲ περιφανῶς Ἀρτεμίδωρον ἔχουσι τὸν νεανίσκον. ἀνέθεσαν οὖν αὐτῇ τά τε ἄλλα καὶ βέλη καὶ τόξα, ὅτι χαίρει τούτοις· τοξότις γὰρ καὶ ἑκηβόλος καὶ τηλέμαχος ἡ Ἄρτεμις. Λεξιφάνης πίνωμεν οὖν, ἦ δʼ ὃς ὁ Μεγαλώνυμος, καὶ γὰρ καὶ λάγυνον τουτονὶ παρηβηκότος ἥκω ὑμῖν κομίζων καὶ τυροῦ τροφαλίδας τροφαλίδας Seiler: τρυφαλίδας MSS. καὶ ἐλαίας χαμαιπετεῖς — φυλάττω δʼ αὐτὰς ὑπὸ σφραγῖσιν θριπηδέστοις — καὶ ἄλλας ἐλαίας νευστὰς καὶ πήλινα ταυτὶ ποτήρια, ὀξυόστρακα, εὐπυνδάκωτα, ὡς ἐξ αὐτῶν πίνοιμεν, καὶ πλακοῦντα ἐξ ἐντέρων κρωβυλώδη τὴν πλοκήν. σὺ δʼ, ὦ παῖ, πλέον μοι τοῦ ὕδατος ἔγχει, ὡς μὴ καραιβαρεῖν ἀρξαίμην κᾆτά σοι τὸν παιδοβοσκὸν καλῶ ἐπὶ σέ· ἴστε γὰρ ὡς ὀδυνῶμαι καὶ διέμπιλον ἔχω τὴν κεφαλήν. Λεξιφάνης μετὰ δὲ τὸν ποτὸν συνυθλήσομεν οἷα συνυθλήσομεν οἷα edd.: συνυθλησόμενοι MSS. (-οι om. N). καὶ ἅττʼ ἐώθαμεν· οὐ γὰρ ἄκαιρον δήπουθεν ἐν οἴνῳ φλύειν. ἐπαινῶ τοῦτο, ἦν δʼ ἐγώ, καὶ γὰρ ὅτιπερ ὄφελός ἐσμεν τῆς ἀττικίσεως ἄκρον. εὖ λέγεις, ἦ δʼ ὃς ὁ Καλλικλῆς· τὸ γὰρ ἐρεσχηλεῖν ἀλλήλους συχνάκις λάλης θηγάνη γίγνεται. ἐγὼ δέ, ἦ δʼ ὃς ὁ Εὔδημος — κρύος γάρ ἐστιν — ἥδιον ἂν εὐζωροτέρῳ ὑποπυκνάζοιμι· καὶ γὰρ χειμοθνής εἰμι, καὶ χλιανθεὶς ἥδιον ἂν ἂν Jacobitz: not in MSS. ἀκούοιμι τῶν χειρεσόφων τούτων, τοῦ τε αὐλητοῦ καὶ τῆς βαρβιτῳδοῦ. Λεξιφάνης τί ταῦτα ἔφησθα, ὦ Εὔδημε; ἦν δʼ ἐγώ· ἀλογίαν ἡμῖν ἐπιτάττεις ὡς ἀστόμοις οὖσι καὶ ἀπεγλωττισμένοις; ἐμοὶ δὲ ἡ γλῶττά τε ἤδη λογᾷ καὶ δὴ ἀνηγόμην γε ὡς ἀρχαιολογήσων ὑμῖν καὶ κατανίψων ἀπὸ γλώττης ἅπαντας. ἀλλὰ σὺ τὸ ὅμοιον εἰργάσω με ὥσπερ εἴ τις ὁλκάδα τριάρμενον ἐν οὐρίῳ πλέουσαν, ἐμπεπνευματωμένου τοῦ ἀκατίου, εὐφοροῦσάν τε καὶ ἀκροκυματοῦσαν, ἕκτοράς τινας ἀμφιστόμους καὶ ἰσχάδας σιδηρᾶς ἀφεὶς καὶ ναυσιπέδας ἀναχαιτίζοι τοῦ δρόμου τὸ ῥόθιον, φθόνῳ τῆς εὐηνεμίας. Οὐκοῦν, ἦ δʼ ὅς, σὺ μέν, εἰ βούλει, πλεῖ καὶ νεῖ καὶ θεῖ κατὰ τοῦ κλύδωνος, ἐγὼ δὲ ἀπόγειος πίνων ἅμα ὥσπερ ὁ τοῦ Ὁμήρου Ζεὺς ἢ ἀπὸ φαλάκρων ἢ ἀπὸ τῆς ἀκρουρανίας ὄψομαι διαφερόμενόν σέ τε καὶ τὴν ναῦν πρύμνηθεν ὑπὸ ὑπὸ Ν: ἀπὸ other MSS. τοῦ ἀνέμου κατουρουμένην.