Λυκῖνος Λεξιφάνης ὁ καλὸς μετὰ βιβλίου; Λεξιφάνης νὴ Δίʼ, ὦ Λυκῖνε, γράμμα ἐστὶν τητινόν τι τῶν ἐμῶν κομιδῇ νεοχμόν. Λυκῖνος ἤδη γάρ τι καὶ περὶ αὐχμῶν ἡμῖν γράφεις; Λεξιφάνης οὐ δῆτα, οὐδὲ αὐχμὸν εἶπον, ἀλλὰ ὥρα σοι τὸ ἀρτιγραφὲς οὕτω καλεῖν. σὺ δὲ κυψελόβυστα ἔοικας ἔχειν τὰ ὦτα. Λυκῖνος σύγγνωθι, ὦ ἑταῖρε· πολὺ γὰρ τοῦ αὐχμοῦ τὸ νεοχμὸν μετέχει. ἀλλʼ εἰπέ μοι, τίς ὁ νοῦς τῷ συγγράμματι; Λεξιφάνης ἀντισυμποσιάζω τῷ Ἀρίστωνος ἐν αὐτῷ. Λυκῖνος πολλοὶ μὲν οἱ Ἀρίστωνες· σὺ δὲ ὅσον ἀπὸ τοῦ συμποσίου τὸν Πλάτωνά μοι ἔδοξας λέγειν. Λεξιφάνης ὀρθῶς ἀνέγνως. τὸ δὲ λεγόμενον ὡς ἄλλῳ παντὶ ἀνόητον ἂν ἦν. Λυκῖνος οὐκοῦν ὀλίγα μοι αὐτοῦ ἀνάγνωθι τοῦ βιβλίου, ὅπως μὴ παντάπασιν ἀπολειποίμην τῆς ἑστιάσεως· νέκταρος γάρ τινος ἔοικας οἰνοχοήσειν ἡμῖν ἀπʼ αὐτοῦ. Λεξιφάνης τὸν μὲν εἴρωνα πεδοῖ κατάβαλε· σὺ δὲ εὔπορα ποιήσας τὰ ὦτα ἤδη ἄκουε. ἀπέστω δὲ ἡ ἐπιβύστρα ἡ Κυψελίς. Λυκῖνος λέγε θαρρῶν, ὡς ἔμοιγε οὔτε Κύψελός τις οὔτε Περίανδρος ἐν τοῖς ὠσὶν κάθηται. Λεξιφάνης σκόπει δὴ μεταξύ, ὅπως διαπεραίνομαι, ὦ Λυκῖνε, τὸν λόγον, εἰ εὔαρχός τέ τε Jaco bitz: γε MSS. ἐστι καὶ πολλὴν τὴν εὐλογίαν ἐπιδεικνύμενος καὶ εὔλεξις, ἔτι δὲ εὐώνυμος. Λυκῖνος ἔοικε τοιοῦτος εἶναι σός γε ὤν. ἀλλʼ ἄρξαι ποτέ. Λεξιφάνης εἶτα δειπνήσομεν, ἦ δ’ ὃς ὁ Καλλικλῆς, εἶτα τὸ δειλινὸν περιδινησόμεθα ἐν Λυκείῳ, νῦν δὲ ἤδη καιρός ἐστιν χρίεσθαι τὸ ἡλιοκαὲς καὶ πρὸς τὴν εἵλην θέρεσθαι καὶ λουσαμένους ἀρτοσιτεῖν· καὶ ἤδη γε ἀπιτητέα. σὺ δέ, ὦ παῖ, στλεγγίδα μοι καὶ βύρσαν καὶ φωσώνια καὶ ῥύμματα ναυστολεῖν ἐς τὸ βαλανεῖον καὶ τοὐπίλουτρον κομίζειν· ἔχεις δὲ χαμᾶζε παρὰ τὴν ἐγγυοθήκην δύʼ ὀβολώ. σὺ δὲ τί καὶ πράξεις, ὦ Λεξίφανες, ἥξεις ἢ ἐλινύσεις ἔτι αὐτόθι; κἀγώ, ἦν δὲ ἐγώ, τρίπαλαι λουτιῶ· οὐκ εὐπόρως τε γὰρ ἔχω καὶ τὰ ἀμφὶ τὴν τράμιν μαλακίζομαι ἐπʼ ἀστράβης ὀχηθείς. ὁ γὰρ ἀστραβηλάτης ἐπέσπερχεν καίτοι ἀσκωλιάζων αὐτός. ἀλλὰ καὶ ἐν αὐτῷ οὐκ ἀκμὴς ἦν τῷ ἀγρῷ· κατέλαβον γὰρ τοὺς ἐργάτας λιγυρίζοντας τὴν θερινὴν ᾠδήν, τοὺς δὲ τάφον τῷ ἐμῷ πατρὶ κατασκευάζοντας. συντυμβωρυχήσας οὖν αὐτοῖς καὶ τοῖς ἀναχοῦσιν τὰ ἄνδηρα καὶ αὐτὸς ὀλίγα συγχειροπονήσας ἐκείνους μὲν διαφῆκα τοῦ τε κρύους ἕνεκα καὶ ὅτι καύματα ἦν· οἶσθα δὲ ὡς ἐν κρύει σφοδρῷ γίνεται τὰ καύματα. ἐγὼ δὲ περιελθὼν τὰ ἀρώματα σκόροδά τε εὗρον ἐν αὐτοῖς πεφυκότα καὶ γηπαττάλους τινὰς ἀνορύξας καὶ τῶν σκανδίκων καὶ βρακάνων λαχανευσάμενος, ἔτι δὲ κάχρυς πριάμενος — οὔπω δὲ οἱ λειμῶνες ἀνθοσμίαι ἦσαν, ὡς αὐτοποδητὶ βαδίζειν — ἀνατεθεὶς ἐπὶ τὴν ἀστράβην ἐδάρην τὸν ὄρρον· καὶ νῦν βαδίζω τε ὀδυνηρῶς καὶ ἰδίω θαμὰ καὶ μαλακιῶ τὸ σῶμα καὶ δέομαι διανεῦσαι ἐν τῷ ὕδατι ἐπὶ πλεῖστον· χαίρω δὲ μετὰ κάματον ἀπολούμενος. Λεξιφάνης ἀποθρέξομαι οὖν καὶ αὐτὸς ὡς ὡς Gesner: not in MSS. τὸν παῖδα, ὃν εἰκὸς ἢ παρὰ τῇ λεκιθοπώλιδι ἢ παρὰ τῷ γρυμαιοπώλῃ με περιμένειν· καίτοι προηγόρευτο αὐτῷ ἐπὶ τὰ γέλγη γέλγη Meursius: σέλγη MSS. ἀπαντᾶν. ἀλλʼ εἰς καιρὸν οὑτοσὶ αὐτὸς ἐμπολήσας γε, ὡς ὁρῶ, πυριάτην τέ τινα καὶ ἐγκρυφίας καὶ γήτεια καὶ φύκας φύκας is right: cf. Aristotle, Hist. An., 6, 13, ὁ φύκης. καὶ οἶβον τουτονὶ καὶ λωγάνιον καὶ τοῦ βοὸς τὸ πολύπτυχον ἔγκατον καὶ φώκτας. εὖ γε, ὦ Ἀττικίων, ὅτι μοι ἄβατον ἐποίησας τὸ πολὺ τῆς ὁδοῦ. ἐγὼ δέ, ἦ δʼ ὅς, σίλλος, ὦ δέσποτα, γεγένημαι σὲ περιορῶν. σὺ δὲ ποῦ χθὲς ἐδείπνεις; μῶν παρὰ Ὀνομακρίτῳ; οὔ, μὰ Δίʼ. ἦν δʼ ἐγώ, ἀλλʼ ἀγρόνδε ἀγρόνδε N: ἀγρόν γε ΓΕΑ. ᾠχόμην ψύττα κατατείνας· οἶσθα δὲ ὡς φίλαγρός εἰμι. ὑμεῖς δὲ ἴσως ᾤεσθέ με λαταγεῖν κοττάβους. ἀλλʼ εἰσιὼν ταῦτά τε καὶ τὰ ἄλλα ἡδύνειν καὶ τὴν κάρδοπον σμῆν, ὡς θριδακίνας μάττοιτε ἡμῖν. Λεξιφάνης ἐγὼ δὲ ξηραλοιφήσω ἀπελθών. καὶ ἡμεῖς, ἦ δʼ ὃς ὁ Φιλῖνος, ἐγώ τε καὶ Ὀνόμαρχος καὶ Ἑλλάνικος οὑτοσὶ ἑψόμεθα· καὶ γὰρ ὁ γνώμων σκιάζει μέσην τὴν πόλον, καὶ δέος μὴ ἐν λουτρίῳ ἀπολουσώμεθα κατόπιν τῶν Καριμάντων Γαριμάντων Meineke (Hesych., Et. Magn.). But the word is very likely from Μαρικᾶς (Herodian in Et. Magn.), meaning κίναιδος (Hesych. s.u. μαρικᾶν), or, perhaps more accurately, παιδικά; for the declension Μαρικᾶς, Μαρικᾶντος cf. Herodian, II, 636, 26 Lentz. Hence Γαριμᾶς (or Γαρίμας) is apparently a degradation of Καριμᾶς. The Γαράμαντες in Libya have nothing to do with this; cf. Lucian, Dips.2. μετὰ τοῦ σύρφακος βύζην ὠστιζόμενοι. καὶ ὁ Ἑλλάνικος ἔφη, ἐγὼ δὲ καὶ δυσωπῶ· καὶ γὰρ τὰ κόρα μοι ἐπιτεθόλωσθον καὶ σκαρδαμύττω θαμὰ καὶ ἀρτίδακρύς εἰμι καὶ τὰ ὄμματά μοι φαρμακᾷ καὶ δέομαι Ἀσκληπιάδου τινὸς ὀφθαλμοσόφου, ὃς ταράξας καὶ ἐγχέας μοι φάρμακον ἀπερυθριᾶσαί τε ποιήσει τοὺς ὀφθαλμοὺς καὶ μηκέτι τι λημαλέους εἶναι μηδὲ διερὸν βλέπειν. Λεξιφάνης τοιαῦτα ἄττα διεξιόντες ἅπαντες οἱ παρόντες ἀπῄειμεν· κἀπειδήπερ ἥκομεν εἰς τὸ γυμνάσιον ἀπησθημένοι ἤδη, ὁ μέν τις ἀκροχειριασμῷ, ὁ δὲ τραχηλισμῷ καὶ ὀρθοπάλῃ ἐχρῆτο, ὁ δὲ λίπα χρισάμενος ἐλυγίζετο, ὁ δὲ ἀντέβαλλε τῷ κωρύκῳ, ὁ δὲ μολυβδαίνας χερμαδίους δράγδην δράγδην Harmon: ἀράγδην MSS. ἔχων ἐχειροβόλει. εἶτα συντριβέντες καὶ ἀλλήλους κατανωτισάμενοι καὶ ἐμπαίξαντες τῷ γυμνασίῳ ἐγὼ μὲν καὶ Φιλῖνος ἐν τῇ θερμῇ πυέλῳ καταιονηθέντες ἐξῄειμεν· οἱ λοιποὶ δὲ τὸ ψυχροβαφὲς κάρα δελφινίσαντες παρένεον ὑποβρύχιοι θαυμασίως. ἀναστρέψαντες δὲ αὖθις ἄλλος ἄλλοσε ἄλλα ἐδρῶμεν. ἐγὼ μὲν ὑποδησάμενος ἐξυόμην τὴν κεφαλὴν τῇ ὀδοντωτῇ ξύστρᾳ· καὶ γὰρ οὐ κηπίον, ἀλλὰ σκάφιον ἐκεκάρμην, ὡς ἂν οὐ πρὸ πολλοῦ τὸν κόννον καὶ τὴν κορυφαίαν ἀποκεκομηκώς· ἄλλος ἐθερμοτράγει, ὁ δὲ ἤμει τὸν νῆστιν, ὁ δὲ ἀραιὰς ποιῶν τὰς ῥαφανῖδας ἐμυστιλᾶτο τοῦ ἰχθυηροῦ ζωμοῦ, ἄλλος ἤσθιεν φαυλίας, ὁ δὲ ἐρρόφει τῶν κριθῶν.