<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="1"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> ἐπεὶ τοίνυν, ὦ Κράτων, δεινήν τινα ταύτην κατηγορίαν ἐκ πολλοῦ, οἶμαι, παρεσκευασμένος κατηγόρηκας ὀρχήσεών<note xml:lang="mul" type="footnote" n="v.5.p.210.n.1">ὀρχήσεως A.</note> τε καὶ αὐτῆς ὀρχηστικῆς, καὶ προσέτι ἡμῶν γε τῶν χαιρόντων τῇ τοιαύτῃ θέᾳ ὡς ἐπὶ φαύλῳ καὶ γυναικείῳ πράγματι μεγάλην σπουδὴν ποιουμένων, ἄκουσον ὅσον τοῦ ὀρθοῦ διημάρτηκας καὶ ὡς λέληθας σεαυτὸν τοῦ μεγίστου τῶν ἐν τῷ βίῳ ἀγαθῶν κατηγορῶν. καὶ συγγνώμη σοι εἰ ἐξ ἀρχῆς βίῳ αὐχμηρῷ συζῶν καὶ μόνον τὸ σκληρὸν ἀγαθὸν ἡγούμενος ὑπʼ ἀπειρίας αὐτῶν κατηγορίας ἄξια εἶναι νενόμικας. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="2"><sp><speaker>Κράτων</speaker><p rend="align(indent)"> ἀνὴρ δὲ τίς ὢν ὅλως,<note xml:lang="mul" type="footnote" n="v.5.p.210.n.2">ὅλως Γ2 (interlinear, abbreviaterd) Vat. 87: ὦ λῶστε Γ1 vulg. (ὦ omitted in Ν). Cf. καὶ οὐδεῖς ὅλως εἶδε, Gallus, 29.</note> καὶ ταῦτα παιδείᾳ σύντροφος καὶ φιλοσοφίᾳ τὰ μέτρια ὡμιληκώς, ἀφέμενος, ὦ Λυκῖνε, τοῦ περὶ τὰ βελτίω σπουδάζειν καὶ τοῖς παλαιοῖς συνεῖναι κάθηται καταυλούμενος, θηλυδρίαν ἄνθρωπον ὁρῶν ἐσθῆσι μαλακαῖς καὶ ᾄσμασιν ἀκολάστοις ἐναβρυνόμενον καὶ μιμούμενον ἐρωτικὰ γύναια, τῶν πάλαι τὰς μαχλοτάτας, Φαίδρας καὶ Παρθενόπας καὶ Ῥοδόπας τινάς, <pb n="v.5.p.212"/> καὶ ταῦτα πάντα ὑπὸ κρούμασιν καὶ τερετίσμασι καὶ ποδῶν κτύπῳ, καταγέλαστα ὡς ἀληθῶς πράγματα καὶ ἥκιστα ἐλευθέρῳ ἀνδρὶ καὶ οἵῳ σοὶ πρέποντα; ὥστε ἔγωγε πυθόμενος ὡς ἐπὶ τοιαύτῃ θέᾳ σχολάζοις, οὐκ ᾐδέσθην μόνον ὑπὲρ σοῦ ἀλλὰ καὶ ἠνιάθην εἰ Πλάτωνος καὶ Χρυσίππου καὶ Ἀριστοτέλους ἐκλαθόμενος κάθησαι τὸ ὅμοιον πεπονθὼς τοῖς τὰ ὦτα πτερῷ κνωμένοις, καὶ ταῦτα μυρίων ἄλλων ὄντων ἀκουσμάτων καὶ θεαμάτων σπουδαίων, εἰ τούτων τις δέοιτο, τῶν κυκλίων<note xml:lang="mul" type="footnote" n="v.5.p.212.n.1">κυκλίων Ν: κυκλι ων Γ (i.e., space left and accent omitted because of variant reading in original): κυκλικῶν (ECA) vulg. Cp. § 26 αὐλητὰς κυκλίους.</note> αὐλητῶν καὶ τῶν κιθάρᾳ τὰ ἔννομα προσᾳδόντων, καὶ μάλιστα τῆς σεμνῆς τραγῳδίας καὶ τῆς φαιδροτάτης κωμῳδίας, ἅπερ καὶ ἐναγώνια εἶναι ἠξίωται.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="3"><sp><speaker>Κράτων</speaker><p rend="align(indent) ; merge">πολλῆς οὖν, ὦ γενναῖε, τῆς ἀπολογίας σοι δεήσει πρὸς τοὺς πεπαιδευμένους, εἰ βούλει μὴ παντάπασιν ἐκκεκρίσθαι καὶ τῆς τῶν σπουδαίων ἀγέλης ἐξεληλάσθαι. καίτοι τό γε ἄμεινον ἐκεῖνό ἐστιν, οἶμαι, ἀρνήσει τὸ πᾶν ἰάσασθαι καὶ μηδὲ τὴν ἀρχὴν ὁμολογεῖν τι τοιοῦτον παρανενομῆσθαί σοι. πρὸς δʼ οὖν τοὐπιὸν ὅρα ὅπως μὴ λάθῃς ἡμῖν ἐξ ἀνδρὸς τοῦ πάλαι Λυδή τις ἢ Βάκχη γενόμενος, ὅπερ οὐ σὸν ἂν ἔγκλημα εἴη μόνον, ἀλλὰ καὶ <pb n="v.5.p.214"/> ἡμῶν, εἰ μή σε κατὰ τὸν Ὀδυσσέα τοῦ λωτοῦ ἀποσπάσαντες ἐπὶ τὰς συνήθεις διατριβὰς ἐπανάξομεν πρὶν λάθῃς τελέως ὑπὸ τῶν ἐν τῷ θεάτρῳ Σειρήνων κατεσχημένος. καίτοι ἐκεῖναι μὲν τοῖς ὠσὶν μόνοις ἐπεβούλευον καὶ διὰ τοῦτο κηροῦ ἐδέησεν πρὸς τὸν παράπλουν <corr>αὐτῶν·</corr> σὺ δὲ καὶ διʼ ὀφθαλμῶν ἔοικας ὅλος δεδουλῶσθαι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="4"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> παπαῖ, ὦ Κράτων, ὡς κάρχαρόν τινα ἔλυσας ἐφʼ ἡμᾶς τὸν σαυτοῦ κύνα. πλὴν τό γε παράδειγμα„ τὴν τῶν Λωτοφάγων καὶ Σειρήνων εἰκόνα, πάνυ ἀνομοιοτάτην μοι δοκεῖς εἰρηκέναι ὧν πέπονθα, παρʼ ὅσον τοῖς μὲν τοῦ λωτοῦ γευσαμένοις καὶ τῶν Σειρήνων ἀκούσασιν ὄλεθρος ἦν τῆς τε ἐδωδῆς καὶ τῆς ἀκροάσεως τοὐπιτίμιον, ἐμοὶ δὲ πρὸς τῷ τὴν ἡδονὴν παρὰ πολὺ ἡδίω πεφυκέναι<note xml:lang="mul" type="footnote" n="v.5.p.214.n.1">πεφηνέναι ΓNE2.</note> καὶ τὸ τέλος ἀγαθὸν <corr>ἀποβέβηκεν·</corr> οὐ γὰρ εἰς λήθην τῶν οἴκοι οὐδʼ εἰς ἀγνωσίαν τῶν κατʼ ἐμαυτὸν περιίσταμαι, ἀλλʼ εἰ χρὴ μηδὲν ὀκνήσαντα εἰπεῖν, μακρῷ πινυτώτερος καὶ τῶν ἐν τῷ βίῳ διορατικώτερος ἐκ τοῦ θεάτρου σοι ἐπανελήλυθα. μᾶλλον δέ, τὸ τοῦ Ὁμήρου αὐτὸ εἰπεῖν καλόν, ὅτι ὁ τοῦτο ἰδὼν τὸ θέαμα <q>τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.</q> </p></sp><sp><speaker>Κράτων</speaker><p rend="align(indent)"> Ἡράκλεις, ὦ Λυκῖνε, οἷα πέπονθας, ὃς οὐδʼ αἰσχύνῃ ἐπʼ αὐτοῖς, ἀλλὰ καὶ σεμνυνομένῳ ἔοικας. τὸ γοῦν δεινότατον τοῦτό ἐστιν, ὅτι μηδὲ ἰάσεώς τινα ἡμῖν ὑποφαίνεις ἐλπίδα, ἐπαινεῖν τολμῶν τὰ οὕτως αἰσχρὰ καὶ κατάπτυστα.  </p></sp></div><pb n="v.5.p.216"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg045.perseus-grc2" n="5"><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> εἰπέ μοι, ὦ Κράτων, ταυτὶ δὲ περὶ ὀρχήσεως καὶ τῶν ἐν τῷ θεάτρῳ γινομένων ἰδὼν πολλάκις αὐτὸς ἐπιτιμᾷς, ἢ ἀπείρατος ὢν τοῦ θεάματος ὅμως αἰσχρὸν αὐτὸ καὶ κατάπτυστον, ὡς φής, νομίζεις; εἰ μὲν γὰρ εἶδες, ἐξ ἴσου ἡμῖν καὶ σὺ γεγένησαι· εἰ δὲ μή, ὅρα μὴ ἄλογος ἡ ἐπιτίμησις εἶναί σου δόξῃ καὶ θρασεῖα, κατηγοροῦντος ὧν ἀγνοεῖς. </p></sp><sp><speaker>Κράτων</speaker><p rend="align(indent)"> ἔτι γὰρ τοῦτό μοι τὸ λοιπὸν<note xml:lang="mul" type="footnote" n="v.5.p.216.n.1">μοι λοιπὸν C; but cf. Pseudol., 13 πάνυ γοῦν τοῦτ' ἐστὶ τὸ λοιπόν.</note> ἦν, ἐν βαθεῖ τούτῳ τῷ πώγωνι καὶ πολιᾷ τῇ κόμῃ καθῆσθαι μέσον ἐν τοῖς γυναίοις καὶ τοῖς μεμηνόσιν ἐκείνοις θεαταῖς, κροτοῦντά τε προσέτι καὶ ἐπαίνους ἀπρεπεστάτους ἐπιβοῶντα ὀλέθρῳ τινὶ ἀνθρώπῳ ἐς οὐδὲν δέον κατακλωμένῳ. </p></sp><sp><speaker>Λυκῖνος</speaker><p rend="align(indent)"> συγγνωστά σου ταῦτα, ὦ Κράτων. εἰ δέ μοι πεισθείης ποτὲ καὶ ὅσον πείρας ἕνεκα παράσχοις σεαυτὸν ἀναπετάσας τοὺς ὀφθαλμούς, εὖ οἶδα ὡς οὐκ ἀνάσχοιο ἂν μὴ οὐχὶ πρὸ τῶν ἄλλων θέαν ἐν ἐπιτηδείῳ καταλαμβάνων ὅθεν καὶ ὄψει ἀκριβῶς καὶ ἀκούσῃ ἅπαντα. </p></sp><sp><speaker>Κράτων</speaker><p rend="align(indent)"> μὴ ὥρας<note xml:lang="mul" type="footnote" n="v.5.p.216.n.2">ὥρας Γ: ὥραισιν cett. (but E by the second hand, in an erasure); ὥρασιν Jacobitz. The same variations occur elsewhere: Dial. Deor., 6, 5 ὥρας Γ; ὥραισιν cett.; Dial. Mer., 10, 3 ὥρας FZ, ὥραισιν PN. Cf. Menander, Peric., 131, and Phasma, 43 (references for which I am very grateful to Edward Capps). </note> ἄρα ἱκοίμην, εἴ τι τοιοῦτον ἀνασχοίμην ποτέ, ἔστʼ ἂν δασύς τε εἴην τὰ σκέλη καὶ τὸ <pb n="v.5.p.218"/> γένειον ἀπαράτιλτος· ὡς νῦν γε καὶ σὲ ἤδη ἐλεῶ τελέως ἡμῖν ἐκβεβακχευμένον. </p></sp></div></div></body></text></TEI>