Τόξαρις καὶ ἅ γε μετʼ ἀλλήλων ἢ ὑπὲρ ἀλλήλων ἔπαθον ἀναγράψαντες οἱ πρόγονοι ἡμῶν ἐπὶ στήλης χαλκῆς ἀνέθεσαν εἰς τὸ Ὀρέστειον, καὶ νόμον ἐποιήσαντο πρῶτον τοῦτο μάθημα καὶ παίδευμα τοῖς παισὶ τοῖς σφετέροις εἶναι τὴν στήλην ταύτην καὶ τὰ ἐπʼ αὐτῆς γεγραμμένα διαμνημονεῦσαι. θᾶττον γοῦν τοὔνομʼ ἂν τοὔνομʼ ἂν Stallbaum: τοὔνομα MSS. ἕκαστος αὐτῶν ἐπιλάθοιτο τοῦ πατρὸς ἢ τὰς Ὀρέστου καὶ Πυλάδου πράξεις ἀγνοήσειεν. ἀλλὰ καὶ ἐν τῷ περιβόλῳ τοῦ νεὼ τὰ αὐτὰ ὁπόσα ἡ στήλη δηλοῖ γραφαῖς ὑπὸ τῶν παλαιῶν εἰκασμένα δείκνυται, πλέων Ὀρέστης ἅμα τῷ φίλῳ, εἶτα ἐν τοῖς κρημνοῖς διαφθαρείσης αὐτῷ αὐτῶν NB. τῆς νεὼς συνειλημμένος καὶ πρὸς τὴν θυσίαν παρεσκευασμένος, καὶ ἡ Ἰφιγένεια ἤδη κατάρχεται αὐτῶν. καταντικρὺ δὲ ἐπὶ τοῦ ἑτέρου τοίχου ἤδη ἐκδεδυκὼς τὰ δεσμὰ γέγραπται καὶ φονεύων τὸν Θόαντα καὶ πολλοὺς ἄλλους τῶν Σκυθῶν, καὶ τέλος ἀποπλέοντες, ἔχοντες τὴν Ἰφιγένειαν καὶ τὴν θεόν. οἱ Σκύθαι δὲ ἄλλως ἐπιλαμβάνονται τοῦ σκάφους ἤδη πλέοντος, ἐκκρεμαννύμενοι τῶν πηδαλίων καὶ ἐπαναβαίνειν πειρώμενοι· εἶτʼ οὐδὲν ἀνύσαντες οἱ μὲν αὐτῶν τραυματίαι, οἱ δὲ καὶ δέει τούτου, ἀπονήχονται πρὸς τὴν γῆν. ἔνθα δὴ καὶ μάλιστα ἴδοι τις ἂν ὁπόσην ὑπὲρ ἀλλήλων εὔνοιαν ἐπεδείκνυντο, ἐν τῇ πρὸς τοὺς Σκύθας συμπλοκῇ. πεποίηκεν γὰρ ὁ γραφεὺς ἑκάτερον ἀμελοῦντα μὲν τῶν καθʼ ἑαυτὸν πολεμίων, ἀμυνόμενον δὲ τοὺς ἐπιφερομένους θατέρῳ καὶ πρὸ ἐκείνου ἀπαντᾶν πειρώμενον τοῖς τοξεύμασιν καὶ παρʼ οὐδὲν τιθέμενον εἰ ἀποθανεῖται σώσας τὸν φίλον καὶ τὴν ἐπʼ ἐκεῖνον φερομένην πληγὴν προαρπάσας τῷ ἑαυτοῦ σώματι. Τόξαρις τὴν δὴ τοσαύτην εὔνοιαν αὐτῶν καὶ τὴν ἐν τοῖς δεινοῖς κοινωνίαν καὶ τὸ πιστὸν καὶ φιλέταιρον καὶ τὸ ἀληθὲς καὶ βέβαιον τοῦ πρὸς ἀλλήλους ἔρωτος, οὐκ ἀνθρώπινα ταῦτα ᾠήθημεν εἶναι, ἀλλά τινος γνώμης βελτίονος ἢ κατὰ τοὺς πολλοὺς τούτους ἀνθρώπους, οἳ μέχρι μὲν κατʼ οὖρον ὁ πλοῦς εἴη τοῖς φίλοις, τοῖς φίλοις Previous editions throw τοῖς φίλοις with what follows, by setting the comma before it. ἀγανακτοῦσιν εἰ μὴ ἐπʼ ἴσης κοινωνήσουσιν τῶν ἡδέων, εἰ δέ τι καὶ μικρὸν καὶ μικρὸν Text NB: other MSS.repeat τι after μικρόν. ἀντιπνεύσειεν ἀντιπνεύσειεν Ν : ἀντιπνεύσει Α ἀντιπνεύσῃ ΒΜ and Γ2, in an erasure; Γ1 must have written -ει. αὐτοῖς, οἴχονται μόνους τοῖς κινδύνοις ἀπολιπόντες. καὶ γὰρ οὖν καὶ τόδε ὅπως εἰδῇς, οὐδὲν Σκύθαι φιλίας μεῖζον οἴονται εἶναι, οὐδὲ ἔστιν ἐφʼ ὅτῳ ἄν τις Σκύθης μᾶλλον σεμνύναιτο ἢ ἐπὶ τῷ συμπονῆσαι φίλῳ ἀνδρὶ καὶ κοινωνῆσαι τῶν δεινῶν, ὥσπερ οὐδὲν ὄνειδος μεῖζον παρʼ ἡμῖν τοῦ προδότην φιλίας γεγενῆσθαι δοκεῖν. διὰ ταῦτα Ὀρέστην καὶ Πυλάδην τιμῶμεν, ἀρίστους γενομένους τὰ Σκυθῶν ἀγαθὰ καὶ ἐν φιλίᾳ διενεγκόντας, ὃ πρῶτον ἡμεῖς ἁπάντων θαυμάζομεν, καὶ τοὔνομα ἐπὶ τούτοις αὐτῶν ἐθέμεθα Κοράκους Κονάχους C2A2 (ν over ρ, χ over κ). καλεῖσθαι· τοῦτο δέ ἐστιν ἐν τῇ ἡμετέρᾳ φωνῇ ὥσπερ ἂν εἴ τις λέγοι φίλιοι δαίμονες. Μνήσιππος ὦ Τόξαρι, οὐ μόνον ἄρα τοξεύειν ἀγαθοὶ ἦσαν Σκύθαι καὶ τὰ πολεμικὰ τῶν ἄλλων ἀμείνους, ἀλλὰ καὶ ῥῆσιν εἰπεῖν ἁπάντων πιθανώτατοι. ἐμοὶ γοῦν τέως ἄλλως γιγνώσκοντι ἤδη καὶ αὐτῷ δίκαια ποιεῖν δοκεῖτε οὕτως Ὀρέστην καὶ Πυλάδην ἐκθειάσαντες. ἐλελήθεις δέ με, ὦ γενναῖε, καὶ γραφεὺς ἀγαθὸς ὤν. πάνυ γοῦν ἐναργῶς ἐπέδειξας ἡμῖν τὰς ἐν τῷ Ὀρεστείῳ εἰκόνας καὶ τὴν μάχην τῶν ἀνδρῶν καὶ τὰ ὑπὲρ ἀλλήλων τραύματα. πλὴν ἀλλʼ οὐκ ᾠήθην ἂν οὕτω ποτὲ περισπούδαστον εἶναι φιλίαν ἐν Σκύθαις· ἅτε γὰρ ἀξένους ἀξένους du Soul: ξένους MSS. καὶ ἀγρίους ὄντας αὐτοὺς ἔχθρᾳ μὲν ἀεὶ συνεῖναι καὶ ὀργῇ καὶ θυμῷ, φιλίαν δὲ μηδὲ πρὸς τοὺς οἰκειοτάτους ἐπαναιρεῖσθαι, τεκμαιρόμενος τοῖς τε ἄλλοις ἃ περὶ αὐτῶν ἀκούομεν καὶ ὅτι κατεσθίουσι τοὺς πατέρας ἀποθανόντας. Τόξαρις εἰ μὲν καὶ τὰ ἄλλα ἡμεῖς τῶν Ἑλλήνων καὶ δικαιότεροι τὰ πρὸς τοὺς γονέας καὶ ὁσιώτεροί ἐσμεν, οὐκ ἂν ἐν τῷ παρόντι φιλοτιμηθείην πρὸς σέ. ὅτι δὲ οἱ φίλοι οἱ οἱ Βekker: not in MSS. Σκύθαι πολὺ πιστότεροι τῶν Ἑλλήνων φίλων εἰσὶν καὶ ὅτι πλείων φιλίας λόγος παρʼ ἡμῖν ἢ παρʼ ὑμῖν, ῥᾴδιον ἐπιδεῖξαι· καὶ πρὸς θεῶν τῶν Ἑλλήνων μὴ πρὸς ἀχθηδόνα μου ἀκούσῃς ἢν εἴπω τι ὧν κατανενόηκα πολὺν ἤδη χρόνον ὑμῖν συγγινόμενος. ὑμεῖς γάρ μοι δοκεῖτε τοὺς μὲν περὶ φιλίας λόγους ἄμεινον ἄλλων ἂν εἰπεῖν δύνασθαι, τἄργα δὲ αὐτῆς οὐ μόνον οὐ κατʼ ἀξίαν τῶν λόγων ἐκμελετᾶν, ἀλλʼ ἀπόχρη ὑμῖν ἐπαινέσαι τε αὐτὴν καὶ δεῖξαι ἡλίκον ἀγαθόν ἐστιν· ἐν δὲ ταῖς χρείαις προδόντες τοὺς λόγους δραπετεύετε οὐκ οἶδʼ ὅπως ἐκ μέσων τῶν ἔργων. καὶ ὁπόταν ὑμῖν οἱ τραγῳδοὶ τὰς τοιαύτας φιλίας ἐπὶ τὴν σκηνὴν ἀναβιβάσαντες δεικνύωσιν ἐπαινεῖτε καὶ ἐπικροτεῖτε καὶ κινδυνεύουσιν αὐτοῖς ὑπὲρ ἀλλήλων οἱ πολλοὶ καὶ ἐπιδακρύετε, αὐτοὶ δὲ οὐδὲν ἄξιον ἐπαίνου ὑπὲρ τῶν φίλων παρέχεσθαι τολμᾶτε, ἀλλʼ ἤν του φίλος δεηθεὶς τύχῃ, αὐτίκα μάλα ὥσπερ τὰ ὀνείρατα οἴχονται ὑμῖν ἐκποδὼν ἀποπτάμεναι αἱ πολλαὶ ἐκεῖναι τραγῳδίαι, τοῖς κενοῖς τούτοις καὶ κωφοῖς προσωπείοις ἐοικότας ὑμᾶς ἀπολιποῦσαι, ἃ διηρμένα διηρμένα Coraes: διηρ ημένα  MSS. τὸ στόμα καὶ παμμέγεθες κεχηνότα οὐδὲ τὸ σμικρότατον φθέγγεται. ἡμεῖς δὲ ἔμπαλιν· ὅσῳ γὰρ δὴ λειπόμεθα ἐν τοῖς περὶ φιλίας λόγοις, τοσοῦτον ἐν τοῖς ἔργοις αὐτῆς πλεονεκτοῦμεν. Τόξαρις Εἴ δʼ οὖν δ’  οὖν dorf : γοῦν MSS. δοκεῖ, οὕτω νῦν ποιῶμεν. τοὺς μὲν παλαιοὺς φίλους ἀτρεμεῖν ἐάσωμεν, εἴ τινας ἢ ἡμεῖς ἢ ὑμεῖς τῶν πάλαι καταριθμεῖν ἔχομεν, ἐπεὶ κατά γε τοῦτο πλεονεκτοῖτε ἄν, πολλοὺς καὶ ἀξιοπίστους μάρτυρας τοὺς ποιητὰς παρεχόμενοι τὴν Ἀχιλλέως καὶ Πατρόκλου φιλίαν καὶ τὴν Θησέως καὶ Πειρίθου καὶ τῶν ἄλλων ἑταιρείαν ἐν καλλίστοις ἔπεσι καὶ μέτροις ῥαψῳδοῦντας· ὀλίγους δέ τινας προχειρισάμενοι τῶν καθʼ ἡμᾶς αὐτοὺς καὶ τὰ ἔργα αὐτῶν διηγησάμενοι, ἐγὼ μὲν τὰ Σκυθικά, σὺ δὲ τὰ Ἑλληνικά, ὁπότερος Ἑλληνικά, καὶ ὁπότερος MSS. Bekker's excision of καί gives the sentence a proper conclusion. To read διηγησὠμεθα above (B2N) necessitates excising καὶ before τὰ ἔργα. ἂν ἐν τούτοις κρατῇ καὶ ἀμείνους παράσχηται τοὺς φίλους, αὐτός τε νενικηκὼς ἔσται καὶ τὴν αὑτοῦ ἀνακηρύξει, κάλλιστον ἀγῶνα καὶ σεμνότατον ἀγωνισάμενος. ὡς ἔγωγε πολὺ ἥδιον ἄν μοι δοκῶ μονομαχῶν ἡττηθεὶς ἀποτμηθῆναι τὴν δεξιάν, ὅπερ ἥττης ἥττης Bekker: τῆς MSS. Σκυθικῆς ἐπιτίμιόν ἐστιν, ἢ χείρων ἄλλου κατὰ φιλίαν κεκρίσθαι, καὶ ταῦτα Ἕλληνος, Σκύθης αὐτὸς ὤν.